1. Gr./Heb. Psalm 3 ψαλμὸς τῷ Δαυιδ ὁπότε ἀπεδίδρασκεν ἀπὸ προσώπου Αβεσσαλωμ τοῦ υἱοῦ αὐτοῦ

2. κύριε τί ἐπληθύνθησαν οἱ θλίβοντές με πολλοὶ ἐπανίστανται ἐπ’ ἐμέ

3. πολλοὶ λέγουσιν τῇ ψυχῇ μου οὐκ ἔστιν σωτηρία αὐτῷ ἐν τῷ θεῷ αὐτοῦ διάψαλμα

4. σὺ δέ κύριε ἀντιλήμπτωρ μου εἶ δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου

5. φωνῇ μου πρὸς κύριον ἐκέκραξα καὶ ἐπήκουσέν μου ἐξ ὄρους ἁγίου αὐτοῦ διάψαλμα

6. ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα ἐξηγέρθην ὅτι κύριος ἀντιλήμψεταί μου

7. οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι

8. ἀνάστα κύριε σῶσόν με ὁ θεός μου ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως ὀδόντας ἁμαρτωλῶν συνέτριψας

9. τοῦ κυρίου ἡ σωτηρία καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου





“A maior alegria de um pai é que os filhos se amem, formem um só coração e uma só alma. Não fostes vós que me escolhestes, mas o pai celeste que, na minha primeira missa, me fez ver todos os filhos que me confiava”.(P.e Pio) São Padre Pio de Pietrelcina