1. Magistro chori. Filiorum Core. PSALMUS.

1. Gr. Psalm 85 (Heb. 86) προσευχὴ τῷ Δαυιδ κλῖνον κύριε τὸ οὖς σου καὶ ἐπάκουσόν μου ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ

2. Complacuisti tibi, Domine, in terra tua, convertisti captivitatem Iacob.

2. φύλαξον τὴν ψυχήν μου ὅτι ὅσιός εἰμι σῶσον τὸν δοῦλόν σου ὁ θεός μου τὸν ἐλπίζοντα ἐπὶ σέ

3. Remisisti iniquitatem plebis tuae, operuisti omnia peccata eorum.

3. ἐλέησόν με κύριε ὅτι πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν

4. Contraxisti omnem iram tuam, revertisti a furore indignationis tuae.

4. εὔφρανον τὴν ψυχὴν τοῦ δούλου σου ὅτι πρὸς σέ κύριε ἦρα τὴν ψυχήν μου

5. Converte nos, Deus, salutaris noster, et averte iram tuam a nobis.

5. ὅτι σύ κύριε χρηστὸς καὶ ἐπιεικὴς καὶ πολυέλεος πᾶσι τοῖς ἐπικαλουμένοις σε

6. Numquid in aeternum irasceris nobis aut extendes iram tuam a generatione in generationem?

6. ἐνώτισαι κύριε τὴν προσευχήν μου καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου

7. Nonne tu conversus vivificabis nos, et plebs tua laetabitur in te?

7. ἐν ἡμέρᾳ θλίψεώς μου ἐκέκραξα πρὸς σέ ὅτι εἰσήκουσάς μου

8. Ostende nobis, Domine, misericordiam tuam et salutare tuum da nobis.

8. οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς κύριε καὶ οὐκ ἔστιν κατὰ τὰ ἔργα σου

9. Audiam, quid loquatur Dominus Deus, quoniam loquetur pacem ad plebem suam et sanctos suos et ad eos, qui convertuntur corde.

9. πάντα τὰ ἔθνη ὅσα ἐποίησας ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου κύριε καὶ δοξάσουσιν τὸ ὄνομά σου

10. Vere prope timentes eum salutare ipsius, ut inhabitet gloria in terra nostra.

10. ὅτι μέγας εἶ σὺ καὶ ποιῶν θαυμάσια σὺ εἶ ὁ θεὸς μόνος ὁ μέγας

11. Misericordia et veritas obviaverunt sibi, iustitia et pax osculatae sunt.

11. ὁδήγησόν με κύριε τῇ ὁδῷ σου καὶ πορεύσομαι ἐν τῇ ἀληθείᾳ σου εὐφρανθήτω ἡ καρδία μου τοῦ φοβεῖσθαι τὸ ὄνομά σου

12. Veritas de terra orta est, et iustitia de caelo prospexit.

12. ἐξομολογήσομαί σοι κύριε ὁ θεός μου ἐν ὅλῃ καρδίᾳ μου καὶ δοξάσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα

13. Etenim Dominus dabit benignitatem, et terra nostra dabit fructum suum.

13. ὅτι τὸ ἔλεός σου μέγα ἐπ’ ἐμὲ καὶ ἐρρύσω τὴν ψυχήν μου ἐξ ᾅδου κατωτάτου

14. Iustitia ante eum ambulabit et ponet in via gressus suos.

14. ὁ θεός παράνομοι ἐπανέστησαν ἐπ’ ἐμέ καὶ συναγωγὴ κραταιῶν ἐζήτησαν τὴν ψυχήν μου καὶ οὐ προέθεντό σε ἐνώπιον αὐτῶν

15.

15. καὶ σύ κύριε ὁ θεός οἰκτίρμων καὶ ἐλεήμων μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός

16.

16. ἐπίβλεψον ἐπ’ ἐμὲ καὶ ἐλέησόν με δὸς τὸ κράτος σου τῷ παιδί σου καὶ σῶσον τὸν υἱὸν τῆς παιδίσκης σου

17.

17. ποίησον μετ’ ἐμοῦ σημεῖον εἰς ἀγαθόν καὶ ἰδέτωσαν οἱ μισοῦντές με καὶ αἰσχυνθήτωσαν ὅτι σύ κύριε ἐβοήθησάς μοι καὶ παρεκάλεσάς με





“A caridade é o metro com o qual o Senhor nos julgará.” São Padre Pio de Pietrelcina