Znaleziono 35140 Wyniki dla: Ὁ
[καὶ] οὐδεὶς πιὼν παλαιὸν θέλει νέον· λέγει γάρ, ὁ παλαιὸς χρηστός ἐστιν. (São Lucas 5, 39)
ἐγένετο δὲ ἐν σαββάτῳ διαπορεύεσθαι αὐτὸν διὰ σπορίμων, καὶ ἔτιλλον οἱ μαθηταὶ αὐτοῦ καὶ ἤσθιον τοὺς στάχυας ψώχοντες ταῖς χερσίν. (São Lucas 6, 1)
τινὲς δὲ τῶν φαρισαίων εἶπαν, τί ποιεῖτε ὃ οὐκ ἔξεστιν τοῖς σάββασιν; (São Lucas 6, 2)
καὶ ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπεν ὁ ἰησοῦς, οὐδὲ τοῦτο ἀνέγνωτε ὃ ἐποίησεν δαυὶδ ὅτε ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾽ αὐτοῦ [ὄντες]; (São Lucas 6, 3)
[ὡς] εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ καὶ τοὺς ἄρτους τῆς προθέσεως λαβὼν ἔφαγεν καὶ ἔδωκεν τοῖς μετ᾽ αὐτοῦ, οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ μόνους τοὺς ἱερεῖς; (São Lucas 6, 4)
καὶ ἔλεγεν αὐτοῖς, κύριός ἐστιν τοῦ σαββάτου ὁ υἱὸς τοῦ ἀνθρώπου. (São Lucas 6, 5)
ἐγένετο δὲ ἐν ἑτέρῳ σαββάτῳ εἰσελθεῖν αὐτὸν εἰς τὴν συναγωγὴν καὶ διδάσκειν· καὶ ἦν ἄνθρωπος ἐκεῖ καὶ ἡ χεὶρ αὐτοῦ ἡ δεξιὰ ἦν ξηρά· (São Lucas 6, 6)
παρετηροῦντο δὲ αὐτὸν οἱ γραμματεῖς καὶ οἱ φαρισαῖοι εἰ ἐν τῶ σαββάτῳ θεραπεύει, ἵνα εὕρωσιν κατηγορεῖν αὐτοῦ. (São Lucas 6, 7)
αὐτὸς δὲ ᾔδει τοὺς διαλογισμοὺς αὐτῶν, εἶπεν δὲ τῶ ἀνδρὶ τῶ ξηρὰν ἔχοντι τὴν χεῖρα, ἔγειρε καὶ στῆθι εἰς τὸ μέσον· καὶ ἀναστὰς ἔστη. (São Lucas 6, 8)
εἶπεν δὲ ὁ ἰησοῦς πρὸς αὐτούς, ἐπερωτῶ ὑμᾶς, εἰ ἔξεστιν τῶ σαββάτῳ ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ ἀπολέσαι; (São Lucas 6, 9)
καὶ περιβλεψάμενος πάντας αὐτοὺς εἶπεν αὐτῶ, ἔκτεινον τὴν χεῖρά σου. ὁ δὲ ἐποίησεν, καὶ ἀπεκατεστάθη ἡ χεὶρ αὐτοῦ. (São Lucas 6, 10)
αὐτοὶ δὲ ἐπλήσθησαν ἀνοίας, καὶ διελάλουν πρὸς ἀλλήλους τί ἂν ποιήσαιεν τῶ ἰησοῦ. (São Lucas 6, 11)