Mosaico decorativo

Fundar 35140 Resultados para: Ὁ

  • [καὶ] οὐδεὶς πιὼν παλαιὸν θέλει νέον· λέγει γάρ, ὁ παλαιὸς χρηστός ἐστιν. (São Lucas 5, 39)

  • ἐγένετο δὲ ἐν σαββάτῳ διαπορεύεσθαι αὐτὸν διὰ σπορίμων, καὶ ἔτιλλον οἱ μαθηταὶ αὐτοῦ καὶ ἤσθιον τοὺς στάχυας ψώχοντες ταῖς χερσίν. (São Lucas 6, 1)

  • τινὲς δὲ τῶν φαρισαίων εἶπαν, τί ποιεῖτε ὃ οὐκ ἔξεστιν τοῖς σάββασιν; (São Lucas 6, 2)

  • καὶ ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπεν ὁ ἰησοῦς, οὐδὲ τοῦτο ἀνέγνωτε ὃ ἐποίησεν δαυὶδ ὅτε ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾽ αὐτοῦ [ὄντες]; (São Lucas 6, 3)

  • [ὡς] εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ καὶ τοὺς ἄρτους τῆς προθέσεως λαβὼν ἔφαγεν καὶ ἔδωκεν τοῖς μετ᾽ αὐτοῦ, οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ μόνους τοὺς ἱερεῖς; (São Lucas 6, 4)

  • καὶ ἔλεγεν αὐτοῖς, κύριός ἐστιν τοῦ σαββάτου ὁ υἱὸς τοῦ ἀνθρώπου. (São Lucas 6, 5)

  • ἐγένετο δὲ ἐν ἑτέρῳ σαββάτῳ εἰσελθεῖν αὐτὸν εἰς τὴν συναγωγὴν καὶ διδάσκειν· καὶ ἦν ἄνθρωπος ἐκεῖ καὶ ἡ χεὶρ αὐτοῦ ἡ δεξιὰ ἦν ξηρά· (São Lucas 6, 6)

  • παρετηροῦντο δὲ αὐτὸν οἱ γραμματεῖς καὶ οἱ φαρισαῖοι εἰ ἐν τῶ σαββάτῳ θεραπεύει, ἵνα εὕρωσιν κατηγορεῖν αὐτοῦ. (São Lucas 6, 7)

  • αὐτὸς δὲ ᾔδει τοὺς διαλογισμοὺς αὐτῶν, εἶπεν δὲ τῶ ἀνδρὶ τῶ ξηρὰν ἔχοντι τὴν χεῖρα, ἔγειρε καὶ στῆθι εἰς τὸ μέσον· καὶ ἀναστὰς ἔστη. (São Lucas 6, 8)

  • εἶπεν δὲ ὁ ἰησοῦς πρὸς αὐτούς, ἐπερωτῶ ὑμᾶς, εἰ ἔξεστιν τῶ σαββάτῳ ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ ἀπολέσαι; (São Lucas 6, 9)

  • καὶ περιβλεψάμενος πάντας αὐτοὺς εἶπεν αὐτῶ, ἔκτεινον τὴν χεῖρά σου. ὁ δὲ ἐποίησεν, καὶ ἀπεκατεστάθη ἡ χεὶρ αὐτοῦ. (São Lucas 6, 10)

  • αὐτοὶ δὲ ἐπλήσθησαν ἀνοίας, καὶ διελάλουν πρὸς ἀλλήλους τί ἂν ποιήσαιεν τῶ ἰησοῦ. (São Lucas 6, 11)


"Nunca se canse de rezar e de ensinar a rezar." São Padre Pio de Pietrelcina