Mosaico decorativo

Znaleziono 35140 Wyniki dla: Ὁ

  • ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ταύταις ἐξελθεῖν αὐτὸν εἰς τὸ ὄρος προσεύξασθαι, καὶ ἦν διανυκτερεύων ἐν τῇ προσευχῇ τοῦ θεοῦ. (São Lucas 6, 12)

  • καὶ ὅτε ἐγένετο ἡμέρα, προσεφώνησεν τοὺς μαθητὰς αὐτοῦ, καὶ ἐκλεξάμενος ἀπ᾽ αὐτῶν δώδεκα, οὓς καὶ ἀποστόλους ὠνόμασεν, (São Lucas 6, 13)

  • σίμωνα, ὃν καὶ ὠνόμασεν πέτρον, καὶ ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἰάκωβον καὶ ἰωάννην καὶ φίλιππον καὶ βαρθολομαῖον (São Lucas 6, 14)

  • καὶ μαθθαῖον καὶ θωμᾶν καὶ ἰάκωβον ἁλφαίου καὶ σίμωνα τὸν καλούμενον ζηλωτὴν (São Lucas 6, 15)

  • καὶ ἰούδαν ἰακώβου καὶ ἰούδαν ἰσκαριώθ, ὃς ἐγένετο προδότης. (São Lucas 6, 16)

  • καὶ καταβὰς μετ᾽ αὐτῶν ἔστη ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς ἰουδαίας καὶ ἰερουσαλὴμ καὶ τῆς παραλίου τύρου καὶ σιδῶνος, (São Lucas 6, 17)

  • οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ἐνοχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων ἐθεραπεύοντο. (São Lucas 6, 18)

  • καὶ πᾶς ὁ ὄχλος ἐζήτουν ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ᾽ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. (São Lucas 6, 19)

  • καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγεν, μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ. (São Lucas 6, 20)

  • μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. (São Lucas 6, 21)

  • μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσιν καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου· (São Lucas 6, 22)

  • χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε, ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῶ οὐρανῶ· κατὰ τὰ αὐτὰ γὰρ ἐποίουν τοῖς προφήταις οἱ πατέρες αὐτῶν. (São Lucas 6, 23)


"O verdadeiro servo de Deus é aquele que usa a caridade para com seu próximo, que está decidido a fazer a vontade de Deus a todo custo, que vive em profunda humildade e simplicidade". São Padre Pio de Pietrelcina