Mosaico decorativo

Znaleziono 7097 Wyniki dla: Τὴν

  • καὶ ἤλθοσαν ἐκ τῶν ἱερέων τῶν Λευιτῶν καὶ τῶν προκαθημένων κατὰ τὰς πατριὰς αὐτῶν οἱ πρεσβύτεροι οἱ ἑωρακότες τὸν πρὸ τούτου οἶκον πρὸς τὴν τούτου οἰκοδομὴν μετὰ κραυγῆς καὶ κλαυθμοῦ μεγάλου (Esdras 5, 60)

  • καὶ ἐπιβουλὰς καὶ δημαγωγίας καὶ ἐπισυστάσεις ποιούμενοι ἀπεκώλυσαν τοῦ ἐπιτελεσθῆναι τὴν οἰκοδομὴν πάντα τὸν χρόνον τῆς ζωῆς τοῦ βασιλέως Κύρου (Esdras 5, 70)

  • τίνος ὑμῖν συντάξαντος τὸν οἶκον τοῦτον οἰκοδομεῖτε καὶ τὴν στέγην ταύτην καὶ τἄλλα πάντα ἐπιτελεῖτε καὶ τίνες εἰσὶν οἱ οἰκοδόμοι οἱ ταῦτα ἐπιτελοῦντες (Esdras 6, 4)

  • καὶ ἔσχοσαν χάριν ἐπισκοπῆς γενομένης ἐπὶ τὴν αἰχμαλωσίαν παρὰ τοῦ κυρίου οἱ πρεσβύτεροι τῶν Ιουδαίων (Esdras 6, 5)

  • βασιλεῖ Δαρείῳ χαίρειν πάντα γνωστὰ ἔστω τῷ κυρίῳ ἡμῶν τῷ βασιλεῖ ὅτι παραγενόμενοι εἰς τὴν χώραν τῆς Ιουδαίας καὶ ἐλθόντες εἰς Ιερουσαλημ τὴν πόλιν κατελάβομεν τῆς αἰχμαλωσίας τοὺς πρεσβυτέρους τῶν Ιουδαίων ἐν Ιερουσαλημ τῇ πόλει οἰκοδομοῦντας οἶκον τῷ κυρίῳ μέγαν καινὸν διὰ λίθων ξυστῶν πολυτελῶν ξύλων τιθεμένων ἐν τοῖς τοίχοις (Esdras 6, 8)

  • ἐπηρωτήσαμεν οὖν αὐτοὺς εἵνεκεν τοῦ γνωρίσαι σοι καὶ γράψαι σοι τοὺς ἀνθρώπους τοὺς ἀφηγουμένους καὶ τὴν ὀνοματογραφίαν ᾐτοῦμεν αὐτοὺς τῶν προκαθηγουμένων (Esdras 6, 11)

  • οἱ δὲ ἀπεκρίθησαν ἡμῖν λέγοντες ἡμεῖς ἐσμεν παῖδες τοῦ κυρίου τοῦ κτίσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν (Esdras 6, 12)

  • καὶ ἐὰν εὑρίσκηται μετὰ τῆς γνώμης Κύρου τοῦ βασιλέως γενομένην τὴν οἰκοδομὴν τοῦ οἴκου κυρίου τοῦ ἐν Ιερουσαλημ καὶ κρίνηται τῷ κυρίῳ βασιλεῖ ἡμῶν προσφωνησάτω ἡμῖν περὶ τούτων (Esdras 6, 21)

  • διὰ ταῦτα καὶ ὁ κύριος οὗ τὸ ὄνομα αὐτοῦ ἐπικέκληται ἐκεῖ ἀφανίσαι πάντα βασιλέα καὶ ἔθνος ὃς ἐκτενεῖ τὴν χεῖρα αὐτοῦ κωλῦσαι ἢ κακοποιῆσαι τὸν οἶκον τοῦ κυρίου ἐκεῖνον τὸν ἐν Ιερουσαλημ (Esdras 6, 32)

  • καὶ ἠγάγοσαν τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας εὐφραινόμενοι ἔναντι τοῦ κυρίου (Esdras 7, 14)

  • ὅτι μετέστρεψεν τὴν βουλὴν τοῦ βασιλέως Ἀσσυρίων ἐπ’ αὐτοὺς κατισχῦσαι τὰς χεῖρας αὐτῶν ἐπὶ τὰ ἔργα κυρίου θεοῦ Ισραηλ (Esdras 7, 15)

  • ἐξελθόντες γὰρ ἐκ Βαβυλῶνος τῇ νουμηνίᾳ τοῦ πρώτου μηνὸς ἐν τῇ νουμηνίᾳ τοῦ πέμπτου μηνὸς παρεγένοντο εἰς Ιεροσόλυμα κατὰ τὴν δοθεῖσαν αὐτοῖς εὐοδίαν παρὰ τοῦ κυρίου ἐπ’ αὐτῷ (Esdras 8, 6)


"Nas tribulações é necessário ter fé em Deus." São Padre Pio de Pietrelcina