Znaleziono 7097 Wyniki dla: Τὴν
προσπεσόντος δὲ τοῦ γραφέντος προστάγματος παρὰ Ἀρταξέρξου τοῦ βασιλέως πρὸς Εσδραν τὸν ἱερέα καὶ ἀναγνώστην τοῦ νόμου κυρίου οὗ ἐστιν ἀντίγραφον τὸ ὑποκείμενον (Esdras 8, 8)
ὅπως ἐπισκέψωνται τὰ κατὰ τὴν Ιουδαίαν καὶ Ιερουσαλημ ἀκολούθως ᾧ ἔχει ἐν τῷ νόμῳ τοῦ κυρίου (Esdras 8, 12)
καὶ τὰ ἱερὰ σκεύη τοῦ κυρίου τὰ διδόμενά σοι εἰς τὴν χρείαν τοῦ ἱεροῦ τοῦ θεοῦ σου τοῦ ἐν Ιερουσαλημ (Esdras 8, 17)
καὶ τὰ λοιπά ὅσα ἂν ὑποπίπτῃ σοι εἰς τὴν χρείαν τοῦ ἱεροῦ τοῦ θεοῦ σου δώσεις ἐκ τοῦ βασιλικοῦ γαζοφυλακίου (Esdras 8, 18)
πάντα τὰ κατὰ τὸν τοῦ θεοῦ νόμον ἐπιτελεσθήτω ἐπιμελῶς τῷ θεῷ τῷ ὑψίστῳ ἕνεκα τοῦ μὴ γενέσθαι ὀργὴν εἰς τὴν βασιλείαν τοῦ βασιλέως καὶ τῶν υἱῶν (Esdras 8, 21)
καὶ σύ Εσδρα κατὰ τὴν σοφίαν τοῦ θεοῦ ἀνάδειξον κριτὰς καὶ δικαστάς ὅπως δικάζωσιν ἐν ὅλῃ Συρίᾳ καὶ Φοινίκῃ πάντας τοὺς ἐπισταμένους τὸν νόμον τοῦ θεοῦ σου καὶ τοὺς μὴ ἐπισταμένους δὲ διδάξεις (Esdras 8, 23)
εὐλογητὸς μόνος ὁ κύριος ὁ δοὺς ταῦτα εἰς τὴν καρδίαν τοῦ βασιλέως δοξάσαι τὸν οἶκον αὐτοῦ τὸν ἐν Ιερουσαλημ (Esdras 8, 25)
καὶ ἐγὼ εὐθαρσὴς ἐγενόμην κατὰ τὴν ἀντίλημψιν κυρίου τοῦ θεοῦ μου καὶ συνήγαγον ἐκ τοῦ Ισραηλ ἄνδρας ὥστε συναναβῆναί μοι (Esdras 8, 27)
καὶ ἤγαγον ἡμῖν κατὰ τὴν κραταιὰν χεῖρα τοῦ κυρίου ἡμῶν ἄνδρας ἐπιστήμονας τῶν υἱῶν Μοολι τοῦ Λευι τοῦ Ισραηλ Ασεβηβιαν καὶ τοὺς υἱοὺς καὶ τοὺς ἀδελφούς δέκα ὀκτώ (Esdras 8, 46)
καὶ ἐκ τῶν ἱεροδούλων ὧν ἔδωκεν Δαυιδ καὶ οἱ ἡγούμενοι εἰς τὴν ἐργασίαν τῶν Λευιτῶν ἱερόδουλοι διακόσιοι εἴκοσι πάντων ἐσημάνθη ἡ ὀνοματογραφία (Esdras 8, 48)
καὶ ἀναζεύξαντες ἀπὸ τοῦ ποταμοῦ Θερα τῇ δωδεκάτῃ τοῦ πρώτου μηνὸς εἰσήλθομεν εἰς Ιερουσαλημ κατὰ τὴν κραταιὰν χεῖρα τοῦ κυρίου ἡμῶν τὴν ἐφ’ ἡμῖν καὶ ἐρρύσατο ἡμᾶς ἐπὶ τῆς εἰσόδου ἀπὸ παντὸς ἐχθροῦ καὶ ἤλθομεν εἰς Ιερουσαλημ (Esdras 8, 60)
καὶ ἅμα τῷ ἀκοῦσαί με ταῦτα διέρρηξα τὰ ἱμάτια καὶ τὴν ἱερὰν ἐσθῆτα καὶ κατέτιλα τοῦ τριχώματος τῆς κεφαλῆς καὶ τοῦ πώγωνος καὶ ἐκάθισα σύννους καὶ περίλυπος (Esdras 8, 68)