Mosaico decorativo

1. διαθήκην ἐθέμην τοῖς ὀφθαλμοῖς μου καὶ οὐ συνήσω ἐπὶ παρθένον

1. Había hecho yo un pacto con mis ojos, y no miraba a ninguna doncella.

2. καὶ τί ἐμέρισεν ὁ θεὸς ἀπάνωθεν καὶ κληρονομία ἱκανοῦ ἐξ ὑψίστων

2. Y ¿cuál es el reparto que hace Dios desde arriba, cuál la suerte que manda Sadday desde la altura?

3. οὐχὶ ἀπώλεια τῷ ἀδίκῳ καὶ ἀπαλλοτρίωσις τοῖς ποιοῦσιν ἀνομίαν

3. ¿No es acaso desgracia para el inicuo, tribulación para los malhechores?

4. οὐχὶ αὐτὸς ὄψεται ὁδόν μου καὶ πάντα τὰ διαβήματά μου ἐξαριθμήσεται

4. ¿No ve él mis caminos, no cuenta todos mis pasos?

5. εἰ δὲ ἤμην πεπορευμένος μετὰ γελοιαστῶν εἰ δὲ καὶ ἐσπούδασεν ὁ πούς μου εἰς δόλον

5. ¿He caminado junto a la mentira? ¿he apretado mi paso hacia la falsedad?

6. ἱσταίη με ἄρα ἐν ζυγῷ δικαίῳ οἶδεν δὲ ὁ κύριος τὴν ἀκακίαν μου

6. ¡Péseme él en balanza de justicia, conozca Dios mi integridad!

7. εἰ ἐξέκλινεν ὁ πούς μου ἐκ τῆς ὁδοῦ εἰ δὲ καὶ τῷ ὀφθαλμῷ ἐπηκολούθησεν ἡ καρδία μου εἰ δὲ καὶ ταῖς χερσίν μου ἡψάμην δώρων

7. Si mis pasos del camino se extraviaron, si tras mis ojos fue mi corazón, si a mis manos se adhiere alguna mancha,

8. σπείραιμι ἄρα καὶ ἄλλοι φάγοισαν ἄρριζος δὲ γενοίμην ἐπὶ γῆς

8. ¡coma otro lo que yo sembré, y sean arrancados mis retoños!

9. εἰ ἐξηκολούθησεν ἡ καρδία μου γυναικὶ ἀνδρὸς ἑτέρου εἰ καὶ ἐγκάθετος ἐγενόμην ἐπὶ θύραις αὐτῆς

9. Si mi corazón fue seducido por mujer, si he fisgado a la puerta de mi prójimo,

10. ἀρέσαι ἄρα καὶ ἡ γυνή μου ἑτέρῳ τὰ δὲ νήπιά μου ταπεινωθείη

10. ¡muela para otro mi mujer, y otros se encorven sobre ella!

11. θυμὸς γὰρ ὀργῆς ἀκατάσχετος τὸ μιᾶναι ἀνδρὸς γυναῖκα

11. Pues sería ello una impudicia, un crimen a justicia sujeto;

12. πῦρ γάρ ἐστιν καιόμενον ἐπὶ πάντων τῶν μερῶν οὗ δ’ ἂν ἐπέλθῃ ἐκ ῥιζῶν ἀπώλεσεν

12. sería fuego que devora hasta la Perdición y que consumiría toda mi hacienda.

13. εἰ δὲ καὶ ἐφαύλισα κρίμα θεράποντός μου ἢ θεραπαίνης κρινομένων αὐτῶν πρός με

13. Si he menospreciado el derecho de mi siervo o de mi sierva, en sus pleitos conmigo,

14. τί γὰρ ποιήσω ἐὰν ἔτασίν μου ποιήσηται ὁ κύριος ἐὰν δὲ καὶ ἐπισκοπήν τίνα ἀπόκρισιν ποιήσομαι

14. ¿qué podré hacer cuando Dios se levante? cuando él investigue, ¿qué responderé?

15. πότερον οὐχ ὡς καὶ ἐγὼ ἐγενόμην ἐν γαστρί καὶ ἐκεῖνοι γεγόνασιν γεγόναμεν δὲ ἐν τῇ αὐτῇ κοιλίᾳ

15. ¿No los hizo él, igual que a mí, en el vientre? ¿no nos formó en el seno uno mismo?

16. ἀδύνατοι δὲ χρείαν ἥν ποτ’ εἶχον οὐκ ἀπέτυχον χήρας δὲ τὸν ὀφθαλμὸν οὐκ ἐξέτηξα

16. Me he negado al deseo de los débiles? ¿dejé desfallecer los ojos de la viuda?

17. εἰ δὲ καὶ τὸν ψωμόν μου ἔφαγον μόνος καὶ οὐχὶ ὀρφανῷ μετέδωκα

17. ¿Comí solo mi pedazo de pan, sin compartirlo con el huérfano?

18. ὅτι ἐκ νεότητός μου ἐξέτρεφον ὡς πατὴρ καὶ ἐκ γαστρὸς μητρός μου ὡδήγησα

18. ¡Siendo así que desde mi infancia me crió él como un padre, me guió desde el seno materno!

19. εἰ δὲ καὶ ὑπερεῖδον γυμνὸν ἀπολλύμενον καὶ οὐκ ἠμφίασα

19. ¿He visto a un miserable sin vestido, a algún pobre desnudo,

20. ἀδύνατοι δὲ εἰ μὴ εὐλόγησάν με ἀπὸ δὲ κουρᾶς ἀμνῶν μου ἐθερμάνθησαν οἱ ὦμοι αὐτῶν

20. sin que en lo íntimo de su ser me bendijera, y del vellón de mis corderos se haya calentado?

21. εἰ ἐπῆρα ὀρφανῷ χεῖρα πεποιθὼς ὅτι πολλή μοι βοήθεια περίεστιν

21. Si he alzado mi mano contra un huérfano, por sentirme respaldado en la Puerta,

22. ἀποσταίη ἄρα ὁ ὦμός μου ἀπὸ τῆς κλειδός ὁ δὲ βραχίων μου ἀπὸ τοῦ ἀγκῶνός μου συντριβείη

22. ¡mi espalda se separe de mi nuca, y mi brazo del hombro se desgaje!

23. φόβος γὰρ κυρίου συνέσχεν με καὶ ἀπὸ τοῦ λήμματος αὐτοῦ οὐχ ὑποίσω

23. Pues el terror de Dios caería sobre mí, y ante su majestad no podría tenerme.

24. εἰ ἔταξα χρυσίον ἰσχύν μου εἰ δὲ καὶ λίθῳ πολυτελεῖ ἐπεποίθησα

24. ¿He hecho del oro mi confianza, o he dicho al oro fino: «Tú, mi seguridad»?

25. εἰ δὲ καὶ εὐφράνθην πολλοῦ πλούτου μοι γενομένου εἰ δὲ καὶ ἐπ’ ἀναριθμήτοις ἐθέμην χεῖρά μου

25. ¿Me he complacido en la abundancia de mis bienes, en que mi mano había ganado mucho?

26. ἦ οὐχ ὁρῶ μὲν ἥλιον τὸν ἐπιφαύσκοντα ἐκλείποντα σελήνην δὲ φθίνουσαν οὐ γὰρ ἐπ’ αὐτοῖς ἐστιν

26. ¿Acaso, al ver el sol cómo brillaba, y la luna que marchaba radiante,

27. καὶ εἰ ἠπατήθη λάθρᾳ ἡ καρδία μου εἰ δὲ καὶ χεῖρά μου ἐπιθεὶς ἐπὶ στόματί μου ἐφίλησα

27. mi corazón, en secreto, se dejó seducir para enviarles un beso con la mano?

28. καὶ τοῦτό μοι ἄρα ἀνομία ἡ μεγίστη λογισθείη ὅτι ἐψευσάμην ἐναντίον κυρίου τοῦ ὑψίστου

28. También hubiera sido una falta criminal, por haber renegado del Dios de lo alto.

29. εἰ δὲ καὶ ἐπιχαρὴς ἐγενόμην πτώματι ἐχθρῶν μου καὶ εἶπεν ἡ καρδία μου εὖγε

29. ¿Del infortunio de mi enemigo me alegré, me gocé de que el mal le alcanzara?

30. ἀκούσαι ἄρα τὸ οὖς μου τὴν κατάραν μου θρυληθείην δὲ ἄρα ὑπὸ λαοῦ μου κακούμενος

30. ¡Yo que no permitía a mi lengua pecar reclamando su vida con una maldición!

31. εἰ δὲ καὶ πολλάκις εἶπον αἱ θεράπαιναί μου τίς ἂν δῴη ἡμῖν τῶν σαρκῶν αὐτοῦ πλησθῆναι λίαν μου χρηστοῦ ὄντος

31. ¿No decían las gentes de mi tienda: «¿Hay alguien que no se haya hartado con su carne?»

32. ἔξω δὲ οὐκ ηὐλίζετο ξένος ἡ δὲ θύρα μου παντὶ ἐλθόντι ἀνέῳκτο

32. El forastero no pernoctaba a la intemperie, tenía abierta mi puerta al caminante.

33. εἰ δὲ καὶ ἁμαρτὼν ἀκουσίως ἔκρυψα τὴν ἁμαρτίαν μου

33. ¿He disimulado mis culpas a los hombres, ocultando en mi seno mi pecado,

34. οὐ γὰρ διετράπην πολυοχλίαν πλήθους τοῦ μὴ ἐξαγορεῦσαι ἐνώπιον αὐτῶν εἰ δὲ καὶ εἴασα ἀδύνατον ἐξελθεῖν θύραν μου κόλπῳ κενῷ

34. porque temiera el rumor público, o el desprecio de las gentes me asustara, hasta quedar callado sin atreverme a salir mi puerta?

35. τίς δῴη ἀκούοντά μου χεῖρα δὲ κυρίου εἰ μὴ ἐδεδοίκειν συγγραφὴν δέ ἣν εἶχον κατά τινος

35. ¡Oh! ¿quién hará que se me escuche? Esta es mi última palabra: ¡respóndame Sadday! El libelo que haya escrito mi adversario

36. ἐπ’ ὤμοις ἂν περιθέμενος στέφανον ἀνεγίνωσκον

36. pienso llevarlo sobre mis espaldas, ceñírmelo igual que una diadema.

37. καὶ εἰ μὴ ῥήξας αὐτὴν ἀπέδωκα οὐθὲν λαβὼν παρὰ χρεοφειλέτου

37. Del número de mis pasos voy a rendirle cuentas, como un príncipe me llegaré hasta él.

38. εἰ ἐπ’ ἐμοί ποτε ἡ γῆ ἐστέναξεν εἰ δὲ καὶ οἱ αὔλακες αὐτῆς ἔκλαυσαν ὁμοθυμαδόν

38. Si mi tierra grita contra mí, y sus surcos lloran con ella,

39. εἰ δὲ καὶ τὴν ἰσχὺν αὐτῆς ἔφαγον μόνος ἄνευ τιμῆς εἰ δὲ καὶ ψυχὴν κυρίου τῆς γῆς ἐκβαλὼν ἐλύπησα

39. si he comido sus frutos sin pagarlos y he hecho expirar a sus dueños,

40. ἀντὶ πυροῦ ἄρα ἐξέλθοι μοι κνίδη ἀντὶ δὲ κριθῆς βάτος καὶ ἐπαύσατο Ιωβ ῥήμασιν

40. ¡en vez de trigo broten en ella espinas, y en lugar de cebada hierba hedionda! Fin de las palabras de Job.



Pročitajte Bibliju u godinu dana

Pridružite se našoj zajednici i pročitajte cijelu Bibliju u 365 dana. Strukturirani i inspirativni put za produbljivanje vaše vjere i znanja o Svetom pismu.