Eclesiástico, 1
1. πᾶσα σοφία παρὰ κυρίου καὶ μετ’ αὐτοῦ ἐστιν εἰς τὸν αἰῶνα
2. ἄμμον θαλασσῶν καὶ σταγόνας ὑετοῦ καὶ ἡμέρας αἰῶνος τίς ἐξαριθμήσει
3. ὕψος οὐρανοῦ καὶ πλάτος γῆς καὶ ἄβυσσον καὶ σοφίαν τίς ἐξιχνιάσει
4. προτέρα πάντων ἔκτισται σοφία καὶ σύνεσις φρονήσεως ἐξ αἰῶνος
5. []
6. ῥίζα σοφίας τίνι ἀπεκαλύφθη καὶ τὰ πανουργεύματα αὐτῆς τίς ἔγνω
7. []
8. εἷς ἐστιν σοφός φοβερὸς σφόδρα καθήμενος ἐπὶ τοῦ θρόνου αὐτοῦ
9. κύριος αὐτὸς ἔκτισεν αὐτὴν καὶ εἶδεν καὶ ἐξηρίθμησεν αὐτὴν καὶ ἐξέχεεν αὐτὴν ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ
10. μετὰ πάσης σαρκὸς κατὰ τὴν δόσιν αὐτοῦ καὶ ἐχορήγησεν αὐτὴν τοῖς ἀγαπῶσιν αὐτόν
11. φόβος κυρίου δόξα καὶ καύχημα καὶ εὐφροσύνη καὶ στέφανος ἀγαλλιάματος
12. φόβος κυρίου τέρψει καρδίαν καὶ δώσει εὐφροσύνην καὶ χαρὰν καὶ μακροημέρευσιν
13. τῷ φοβουμένῳ τὸν κύριον εὖ ἔσται ἐπ’ ἐσχάτων καὶ ἐν ἡμέρᾳ τελευτῆς αὐτοῦ εὐλογηθήσεται
14. ἀρχὴ σοφίας φοβεῖσθαι τὸν κύριον καὶ μετὰ πιστῶν ἐν μήτρᾳ συνεκτίσθη αὐτοῖς
15. μετὰ ἀνθρώπων θεμέλιον αἰῶνος ἐνόσσευσεν καὶ μετὰ τοῦ σπέρματος αὐτῶν ἐμπιστευθήσεται
16. πλησμονὴ σοφίας φοβεῖσθαι τὸν κύριον καὶ μεθύσκει αὐτοὺς ἀπὸ τῶν καρπῶν αὐτῆς
17. πάντα τὸν οἶκον αὐτῶν ἐμπλήσει ἐπιθυμημάτων καὶ τὰ ἀποδοχεῖα ἀπὸ τῶν γενημάτων αὐτῆς
18. στέφανος σοφίας φόβος κυρίου ἀναθάλλων εἰρήνην καὶ ὑγίειαν ἰάσεως
19. καὶ εἶδεν καὶ ἐξηρίθμησεν αὐτήν ἐπιστήμην καὶ γνῶσιν συνέσεως ἐξώμβρησεν καὶ δόξαν κρατούντων αὐτῆς ἀνύψωσεν
20. ῥίζα σοφίας φοβεῖσθαι τὸν κύριον καὶ οἱ κλάδοι αὐτῆς μακροημέρευσις
21. []
22. οὐ δυνήσεται θυμὸς ἄδικος δικαιωθῆναι ἡ γὰρ ῥοπὴ τοῦ θυμοῦ αὐτοῦ πτῶσις αὐτῷ
23. ἕως καιροῦ ἀνθέξεται μακρόθυμος καὶ ὕστερον αὐτῷ ἀναδώσει εὐφροσύνη
24. ἕως καιροῦ κρύψει τοὺς λόγους αὐτοῦ καὶ χείλη πολλῶν ἐκδιηγήσεται σύνεσιν αὐτοῦ
25. ἐν θησαυροῖς σοφίας παραβολαὶ ἐπιστήμης βδέλυγμα δὲ ἁμαρτωλῷ θεοσέβεια
26. ἐπιθυμήσας σοφίαν διατήρησον ἐντολάς καὶ κύριος χορηγήσει σοι αὐτήν
27. σοφία γὰρ καὶ παιδεία φόβος κυρίου καὶ ἡ εὐδοκία αὐτοῦ πίστις καὶ πραότης
28. μὴ ἀπειθήσῃς φόβῳ κυρίου καὶ μὴ προσέλθῃς αὐτῷ ἐν καρδίᾳ δισσῇ
29. μὴ ὑποκριθῇς ἐν στόμασιν ἀνθρώπων καὶ ἐν τοῖς χείλεσίν σου πρόσεχε
30. μὴ ἐξύψου σεαυτόν ἵνα μὴ πέσῃς καὶ ἐπαγάγῃς τῇ ψυχῇ σου ἀτιμίαν καὶ ἀποκαλύψει κύριος τὰ κρυπτά σου καὶ ἐν μέσῳ συναγωγῆς καταβαλεῖ σε ὅτι οὐ προσῆλθες φόβῳ κυρίου καὶ ἡ καρδία σου πλήρης δόλου