Mosaico decorativo

1. Del maestro de coro. Para instrumentos de cuerda. En octava. Salmo. De David.

1. Gr./Heb. Psalm 6 εἰς τὸ τέλος ἐν ὕμνοις ὑπὲρ τῆς ὀγδόης ψαλμὸς τῷ Δαυιδ

2. Yahveh, no me corrijas en tu cólera, en tu furor no me castigues.

2. κύριε μὴ τῷ θυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με

3. Tenme piedad, Yahveh, que estoy sin fuerzas, sáname, Yahveh, que mis huesos están desmoronados,

3. ἐλέησόν με κύριε ὅτι ἀσθενής εἰμι ἴασαί με κύριε ὅτι ἐταράχθη τὰ ὀστᾶ μου

4. desmoronada totalmente mi alma, y tú, Yahveh, ¿hasta cuándo?

4. καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα καὶ σύ κύριε ἕως πότε

5. Vuélvete, Yahveh, recobra mi alma, sálvame, por tu amor.

5. ἐπίστρεψον κύριε ῥῦσαι τὴν ψυχήν μου σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου

6. Porque, en la muerte, nadie de ti se acuerda; en el seol, ¿quién te puede alabar?

6. ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι

7. Estoy extenuado de gemir, baño mi lecho cada noche, inundo de lágrimas mi cama;

7. ἐκοπίασα ἐν τῷ στεναγμῷ μου λούσω καθ’ ἑκάστην νύκτα τὴν κλίνην μου ἐν δάκρυσίν μου τὴν στρωμνήν μου βρέξω

8. mi ojo está corroído por el tedio, ha envejecido entre opresores.

8. ἐταράχθη ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου ἐπαλαιώθην ἐν πᾶσιν τοῖς ἐχθροῖς μου

9. Apartaos de mí todos los malvados, pues Yahveh ha oído la voz de mis sollozos.

9. ἀπόστητε ἀπ’ ἐμοῦ πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ὅτι εἰσήκουσεν κύριος τῆς φωνῆς τοῦ κλαυθμοῦ μου

10. Yahveh ha oído mi súplica, Yahveh acoge mi oración.

10. εἰσήκουσεν κύριος τῆς δεήσεώς μου κύριος τὴν προσευχήν μου προσεδέξατο

11. ¡Todos mis enemigos, confusos, aterrados, retrocedan, súbitamente confundidos!

11. αἰσχυνθείησαν καὶ ταραχθείησαν σφόδρα πάντες οἱ ἐχθροί μου ἀποστραφείησαν καὶ καταισχυνθείησαν σφόδρα διὰ τάχους



Lue Raamattu vuodessa

Liity yhteisöömme ja lue koko Raamattu 365 päivässä. Jäsennelty ja inspiroiva polku uskosi ja Raamatun tuntemuksesi syventämiseen.