Znaleziono 35140 Wyniki dla: Ὁ
λέγει αὐτῇ, ὕπαγε φώνησον τὸν ἄνδρα σου καὶ ἐλθὲ ἐνθάδε. (São João 4, 16)
ἀπεκρίθη ἡ γυνὴ καὶ εἶπεν αὐτῶ, οὐκ ἔχω ἄνδρα. λέγει αὐτῇ ὁ ἰησοῦς, καλῶς εἶπας ὅτι ἄνδρα οὐκ ἔχω· (São João 4, 17)
πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις οὐκ ἔστιν σου ἀνήρ· τοῦτο ἀληθὲς εἴρηκας. (São João 4, 18)
λέγει αὐτῶ ἡ γυνή, κύριε, θεωρῶ ὅτι προφήτης εἶ σύ. (São João 4, 19)
οἱ πατέρες ἡμῶν ἐν τῶ ὄρει τούτῳ προσεκύνησαν· καὶ ὑμεῖς λέγετε ὅτι ἐν ἱεροσολύμοις ἐστὶν ὁ τόπος ὅπου προσκυνεῖν δεῖ. (São João 4, 20)
λέγει αὐτῇ ὁ ἰησοῦς, πίστευέ μοι, γύναι, ὅτι ἔρχεται ὥρα ὅτε οὔτε ἐν τῶ ὄρει τούτῳ οὔτε ἐν ἱεροσολύμοις προσκυνήσετε τῶ πατρί. (São João 4, 21)
ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε· ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν, ὅτι ἡ σωτηρία ἐκ τῶν ἰουδαίων ἐστίν. (São João 4, 22)
ἀλλὰ ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσιν τῶ πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ· καὶ γὰρ ὁ πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν. (São João 4, 23)
πνεῦμα ὁ θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. (São João 4, 24)
λέγει αὐτῶ ἡ γυνή, οἶδα ὅτι μεσσίας ἔρχεται, ὁ λεγόμενος χριστός· ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν ἅπαντα. (São João 4, 25)
λέγει αὐτῇ ὁ ἰησοῦς, ἐγώ εἰμι, ὁ λαλῶν σοι. (São João 4, 26)
καὶ ἐπὶ τούτῳ ἦλθαν οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐθαύμαζον ὅτι μετὰ γυναικὸς ἐλάλει· οὐδεὶς μέντοι εἶπεν, τί ζητεῖς; ἤ, τί λαλεῖς μετ᾽ αὐτῆς; (São João 4, 27)