Mosaico decorativo

Fondare 35140 Risultati per: Ὁ

  • λέγει αὐτῇ, ὕπαγε φώνησον τὸν ἄνδρα σου καὶ ἐλθὲ ἐνθάδε. (São João 4, 16)

  • ἀπεκρίθη ἡ γυνὴ καὶ εἶπεν αὐτῶ, οὐκ ἔχω ἄνδρα. λέγει αὐτῇ ὁ ἰησοῦς, καλῶς εἶπας ὅτι ἄνδρα οὐκ ἔχω· (São João 4, 17)

  • πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις οὐκ ἔστιν σου ἀνήρ· τοῦτο ἀληθὲς εἴρηκας. (São João 4, 18)

  • λέγει αὐτῶ ἡ γυνή, κύριε, θεωρῶ ὅτι προφήτης εἶ σύ. (São João 4, 19)

  • οἱ πατέρες ἡμῶν ἐν τῶ ὄρει τούτῳ προσεκύνησαν· καὶ ὑμεῖς λέγετε ὅτι ἐν ἱεροσολύμοις ἐστὶν ὁ τόπος ὅπου προσκυνεῖν δεῖ. (São João 4, 20)

  • λέγει αὐτῇ ὁ ἰησοῦς, πίστευέ μοι, γύναι, ὅτι ἔρχεται ὥρα ὅτε οὔτε ἐν τῶ ὄρει τούτῳ οὔτε ἐν ἱεροσολύμοις προσκυνήσετε τῶ πατρί. (São João 4, 21)

  • ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε· ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν, ὅτι ἡ σωτηρία ἐκ τῶν ἰουδαίων ἐστίν. (São João 4, 22)

  • ἀλλὰ ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσιν τῶ πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ· καὶ γὰρ ὁ πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν. (São João 4, 23)

  • πνεῦμα ὁ θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. (São João 4, 24)

  • λέγει αὐτῶ ἡ γυνή, οἶδα ὅτι μεσσίας ἔρχεται, ὁ λεγόμενος χριστός· ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν ἅπαντα. (São João 4, 25)

  • λέγει αὐτῇ ὁ ἰησοῦς, ἐγώ εἰμι, ὁ λαλῶν σοι. (São João 4, 26)

  • καὶ ἐπὶ τούτῳ ἦλθαν οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐθαύμαζον ὅτι μετὰ γυναικὸς ἐλάλει· οὐδεὶς μέντοι εἶπεν, τί ζητεῖς; ἤ, τί λαλεῖς μετ᾽ αὐτῆς; (São João 4, 27)


"Lembre-se de que você tem no Céu não somente um pai, mas também uma Mãe". São Padre Pio de Pietrelcina