Mosaico decorativo

Znaleziono 35140 Wyniki dla: Ὁ

  • οἱ δὲ ἐπεφώνουν λέγοντες, σταύρου, σταύρου αὐτόν. (São Lucas 23, 21)

  • ὁ δὲ τρίτον εἶπεν πρὸς αὐτούς, τί γὰρ κακὸν ἐποίησεν οὖτος; οὐδὲν αἴτιον θανάτου εὖρον ἐν αὐτῶ· παιδεύσας οὗν αὐτὸν ἀπολύσω. (São Lucas 23, 22)

  • οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις αἰτούμενοι αὐτὸν σταυρωθῆναι, καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν. (São Lucas 23, 23)

  • καὶ πιλᾶτος ἐπέκρινεν γενέσθαι τὸ αἴτημα αὐτῶν· (São Lucas 23, 24)

  • ἀπέλυσεν δὲ τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς φυλακὴν ὃν ᾐτοῦντο, τὸν δὲ ἰησοῦν παρέδωκεν τῶ θελήματι αὐτῶν. (São Lucas 23, 25)

  • καὶ ὡς ἀπήγαγον αὐτόν, ἐπιλαβόμενοι σίμωνά τινα κυρηναῖον ἐρχόμενον ἀπ᾽ ἀγροῦ ἐπέθηκαν αὐτῶ τὸν σταυρὸν φέρειν ὄπισθεν τοῦ ἰησοῦ. (São Lucas 23, 26)

  • ἠκολούθει δὲ αὐτῶ πολὺ πλῆθος τοῦ λαοῦ καὶ γυναικῶν αἳ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν. (São Lucas 23, 27)

  • στραφεὶς δὲ πρὸς αὐτὰς [ὁ] ἰησοῦς εἶπεν, θυγατέρες ἰερουσαλήμ, μὴ κλαίετε ἐπ᾽ ἐμέ· πλὴν ἐφ᾽ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν, (São Lucas 23, 28)

  • ὅτι ἰδοὺ ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσιν, μακάριαι αἱ στεῖραι καὶ αἱ κοιλίαι αἳ οὐκ ἐγέννησαν καὶ μαστοὶ οἳ οὐκ ἔθρεψαν. (São Lucas 23, 29)

  • τότε ἄρξονται λέγειν τοῖς ὄρεσιν, πέσετε ἐφ᾽ ἡμᾶς, καὶ τοῖς βουνοῖς, καλύψατε ἡμᾶς· (São Lucas 23, 30)

  • ὅτι εἰ ἐν τῶ ὑγρῶ ξύλῳ ταῦτα ποιοῦσιν, ἐν τῶ ξηρῶ τί γένηται; (São Lucas 23, 31)

  • ἤγοντο δὲ καὶ ἕτεροι κακοῦργοι δύο σὺν αὐτῶ ἀναιρεθῆναι. (São Lucas 23, 32)


"Nunca se canse de rezar e de ensinar a rezar." São Padre Pio de Pietrelcina