pronađen 35140 Rezultati za: Ὁ
οἱ δὲ ἐπεφώνουν λέγοντες, σταύρου, σταύρου αὐτόν. (São Lucas 23, 21)
ὁ δὲ τρίτον εἶπεν πρὸς αὐτούς, τί γὰρ κακὸν ἐποίησεν οὖτος; οὐδὲν αἴτιον θανάτου εὖρον ἐν αὐτῶ· παιδεύσας οὗν αὐτὸν ἀπολύσω. (São Lucas 23, 22)
οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις αἰτούμενοι αὐτὸν σταυρωθῆναι, καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν. (São Lucas 23, 23)
καὶ πιλᾶτος ἐπέκρινεν γενέσθαι τὸ αἴτημα αὐτῶν· (São Lucas 23, 24)
ἀπέλυσεν δὲ τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς φυλακὴν ὃν ᾐτοῦντο, τὸν δὲ ἰησοῦν παρέδωκεν τῶ θελήματι αὐτῶν. (São Lucas 23, 25)
καὶ ὡς ἀπήγαγον αὐτόν, ἐπιλαβόμενοι σίμωνά τινα κυρηναῖον ἐρχόμενον ἀπ᾽ ἀγροῦ ἐπέθηκαν αὐτῶ τὸν σταυρὸν φέρειν ὄπισθεν τοῦ ἰησοῦ. (São Lucas 23, 26)
ἠκολούθει δὲ αὐτῶ πολὺ πλῆθος τοῦ λαοῦ καὶ γυναικῶν αἳ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν. (São Lucas 23, 27)
στραφεὶς δὲ πρὸς αὐτὰς [ὁ] ἰησοῦς εἶπεν, θυγατέρες ἰερουσαλήμ, μὴ κλαίετε ἐπ᾽ ἐμέ· πλὴν ἐφ᾽ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν, (São Lucas 23, 28)
ὅτι ἰδοὺ ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσιν, μακάριαι αἱ στεῖραι καὶ αἱ κοιλίαι αἳ οὐκ ἐγέννησαν καὶ μαστοὶ οἳ οὐκ ἔθρεψαν. (São Lucas 23, 29)
τότε ἄρξονται λέγειν τοῖς ὄρεσιν, πέσετε ἐφ᾽ ἡμᾶς, καὶ τοῖς βουνοῖς, καλύψατε ἡμᾶς· (São Lucas 23, 30)
ὅτι εἰ ἐν τῶ ὑγρῶ ξύλῳ ταῦτα ποιοῦσιν, ἐν τῶ ξηρῶ τί γένηται; (São Lucas 23, 31)
ἤγοντο δὲ καὶ ἕτεροι κακοῦργοι δύο σὺν αὐτῶ ἀναιρεθῆναι. (São Lucas 23, 32)