Znaleziono 35140 Wyniki dla: Ὁ
πολλοὶ γὰρ ἐψευδομαρτύρουν κατ᾽ αὐτοῦ, καὶ ἴσαι αἱ μαρτυρίαι οὐκ ἦσαν. (São Marcos 14, 56)
καί τινες ἀναστάντες ἐψευδομαρτύρουν κατ᾽ αὐτοῦ λέγοντες (São Marcos 14, 57)
ὅτι ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος ὅτι ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω· (São Marcos 14, 58)
καὶ οὐδὲ οὕτως ἴση ἦν ἡ μαρτυρία αὐτῶν. (São Marcos 14, 59)
καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἰς μέσον ἐπηρώτησεν τὸν ἰησοῦν λέγων, οὐκ ἀποκρίνῃ οὐδέν; τί οὖτοί σου καταμαρτυροῦσιν; (São Marcos 14, 60)
ὁ δὲ ἐσιώπα καὶ οὐκ ἀπεκρίνατο οὐδέν. πάλιν ὁ ἀρχιερεὺς ἐπηρώτα αὐτὸν καὶ λέγει αὐτῶ, σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ εὐλογητοῦ; (São Marcos 14, 61)
ὁ δὲ ἰησοῦς εἶπεν, ἐγώ εἰμι, καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν καθήμενον τῆς δυνάμεως καὶ ἐρχόμενον μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ. (São Marcos 14, 62)
ὁ δὲ ἀρχιερεὺς διαρρήξας τοὺς χιτῶνας αὐτοῦ λέγει, τί ἔτι χρείαν ἔχομεν μαρτύρων; (São Marcos 14, 63)
ἠκούσατε τῆς βλασφημίας· τί ὑμῖν φαίνεται; οἱ δὲ πάντες κατέκριναν αὐτὸν ἔνοχον εἶναι θανάτου. (São Marcos 14, 64)
καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτῶ καὶ περικαλύπτειν αὐτοῦ τὸ πρόσωπον καὶ κολαφίζειν αὐτὸν καὶ λέγειν αὐτῶ, προφήτευσον, καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸν ἔλαβον. (São Marcos 14, 65)
καὶ ὄντος τοῦ πέτρου κάτω ἐν τῇ αὐλῇ ἔρχεται μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως, (São Marcos 14, 66)
καὶ ἰδοῦσα τὸν πέτρον θερμαινόμενον ἐμβλέψασα αὐτῶ λέγει, καὶ σὺ μετὰ τοῦ ναζαρηνοῦ ἦσθα τοῦ ἰησοῦ. (São Marcos 14, 67)