Mosaico decorativo

Gefunden 35140 Ergebnisse für: Ὁ

  • πολλοὶ γὰρ ἐψευδομαρτύρουν κατ᾽ αὐτοῦ, καὶ ἴσαι αἱ μαρτυρίαι οὐκ ἦσαν. (São Marcos 14, 56)

  • καί τινες ἀναστάντες ἐψευδομαρτύρουν κατ᾽ αὐτοῦ λέγοντες (São Marcos 14, 57)

  • ὅτι ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος ὅτι ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω· (São Marcos 14, 58)

  • καὶ οὐδὲ οὕτως ἴση ἦν ἡ μαρτυρία αὐτῶν. (São Marcos 14, 59)

  • καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἰς μέσον ἐπηρώτησεν τὸν ἰησοῦν λέγων, οὐκ ἀποκρίνῃ οὐδέν; τί οὖτοί σου καταμαρτυροῦσιν; (São Marcos 14, 60)

  • ὁ δὲ ἐσιώπα καὶ οὐκ ἀπεκρίνατο οὐδέν. πάλιν ὁ ἀρχιερεὺς ἐπηρώτα αὐτὸν καὶ λέγει αὐτῶ, σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ εὐλογητοῦ; (São Marcos 14, 61)

  • ὁ δὲ ἰησοῦς εἶπεν, ἐγώ εἰμι, καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν καθήμενον τῆς δυνάμεως καὶ ἐρχόμενον μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ. (São Marcos 14, 62)

  • ὁ δὲ ἀρχιερεὺς διαρρήξας τοὺς χιτῶνας αὐτοῦ λέγει, τί ἔτι χρείαν ἔχομεν μαρτύρων; (São Marcos 14, 63)

  • ἠκούσατε τῆς βλασφημίας· τί ὑμῖν φαίνεται; οἱ δὲ πάντες κατέκριναν αὐτὸν ἔνοχον εἶναι θανάτου. (São Marcos 14, 64)

  • καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτῶ καὶ περικαλύπτειν αὐτοῦ τὸ πρόσωπον καὶ κολαφίζειν αὐτὸν καὶ λέγειν αὐτῶ, προφήτευσον, καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸν ἔλαβον. (São Marcos 14, 65)

  • καὶ ὄντος τοῦ πέτρου κάτω ἐν τῇ αὐλῇ ἔρχεται μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως, (São Marcos 14, 66)

  • καὶ ἰδοῦσα τὸν πέτρον θερμαινόμενον ἐμβλέψασα αὐτῶ λέγει, καὶ σὺ μετὰ τοῦ ναζαρηνοῦ ἦσθα τοῦ ἰησοῦ. (São Marcos 14, 67)


"Se tanta atenção é dada aos bens desta Terra, quanto mais se deve dar aos do Céu?" São Padre Pio de Pietrelcina