Znaleziono 35140 Wyniki dla: Ὁ
ἀποκριθεὶς δὲ ὁ ἰησοῦς εἶπεν αὐτοῖς, πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ· (São Mateus 22, 29)
ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε γαμίζονται, ἀλλ᾽ ὡς ἄγγελοι ἐν τῶ οὐρανῶ εἰσιν. (São Mateus 22, 30)
περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ θεοῦ λέγοντος, (São Mateus 22, 31)
ἐγώ εἰμι ὁ θεὸς ἀβραὰμ καὶ ὁ θεὸς ἰσαὰκ καὶ ὁ θεὸς ἰακώβ; οὐκ ἔστιν [ὁ] θεὸς νεκρῶν ἀλλὰ ζώντων. (São Mateus 22, 32)
καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ. (São Mateus 22, 33)
οἱ δὲ φαρισαῖοι ἀκούσαντες ὅτι ἐφίμωσεν τοὺς σαδδουκαίους συνήχθησαν ἐπὶ τὸ αὐτό. (São Mateus 22, 34)
καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν [νομικὸς] πειράζων αὐτόν, (São Mateus 22, 35)
διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῶ νόμῳ; (São Mateus 22, 36)
ὁ δὲ ἔφη αὐτῶ, ἀγαπήσεις κύριον τὸν θεόν σου ἐν ὅλῃ τῇ καρδίᾳ σου καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου· (São Mateus 22, 37)
αὕτη ἐστὶν ἡ μεγάλη καὶ πρώτη ἐντολή. (São Mateus 22, 38)
δευτέρα δὲ ὁμοία αὐτῇ, ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. (São Mateus 22, 39)
ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος κρέμαται καὶ οἱ προφῆται. (São Mateus 22, 40)