Mosaico decorativo

Löydetty 35140 Tulokset: Ὁ

  • ἀποκριθεὶς δὲ ὁ ἰησοῦς εἶπεν αὐτοῖς, πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ· (São Mateus 22, 29)

  • ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε γαμίζονται, ἀλλ᾽ ὡς ἄγγελοι ἐν τῶ οὐρανῶ εἰσιν. (São Mateus 22, 30)

  • περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ θεοῦ λέγοντος, (São Mateus 22, 31)

  • ἐγώ εἰμι ὁ θεὸς ἀβραὰμ καὶ ὁ θεὸς ἰσαὰκ καὶ ὁ θεὸς ἰακώβ; οὐκ ἔστιν [ὁ] θεὸς νεκρῶν ἀλλὰ ζώντων. (São Mateus 22, 32)

  • καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ. (São Mateus 22, 33)

  • οἱ δὲ φαρισαῖοι ἀκούσαντες ὅτι ἐφίμωσεν τοὺς σαδδουκαίους συνήχθησαν ἐπὶ τὸ αὐτό. (São Mateus 22, 34)

  • καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν [νομικὸς] πειράζων αὐτόν, (São Mateus 22, 35)

  • διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῶ νόμῳ; (São Mateus 22, 36)

  • ὁ δὲ ἔφη αὐτῶ, ἀγαπήσεις κύριον τὸν θεόν σου ἐν ὅλῃ τῇ καρδίᾳ σου καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου· (São Mateus 22, 37)

  • αὕτη ἐστὶν ἡ μεγάλη καὶ πρώτη ἐντολή. (São Mateus 22, 38)

  • δευτέρα δὲ ὁμοία αὐτῇ, ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. (São Mateus 22, 39)

  • ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος κρέμαται καὶ οἱ προφῆται. (São Mateus 22, 40)


"Quanto mais se caminha na vida espiritual, mais se sente a paz que se apossa de nós." São Padre Pio de Pietrelcina