Mosaico decorativo

Znaleziono 35140 Wyniki dla: Ὁ

  • ἄφετε αὐτούς· τυφλοί εἰσιν ὁδηγοί [τυφλῶν]· τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον πεσοῦνται. (São Mateus 15, 14)

  • ἀποκριθεὶς δὲ ὁ πέτρος εἶπεν αὐτῶ, φράσον ἡμῖν τὴν παραβολήν [ταύτην]. (São Mateus 15, 15)

  • ὁ δὲ εἶπεν, ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε; (São Mateus 15, 16)

  • οὐ νοεῖτε ὅτι πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ στόμα εἰς τὴν κοιλίαν χωρεῖ καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται; (São Mateus 15, 17)

  • τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόματος ἐκ τῆς καρδίας ἐξέρχεται, κἀκεῖνα κοινοῖ τὸν ἄνθρωπον. (São Mateus 15, 18)

  • ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί, φόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαί, ψευδομαρτυρίαι, βλασφημίαι. (São Mateus 15, 19)

  • ταῦτά ἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον, τὸ δὲ ἀνίπτοις χερσὶν φαγεῖν οὐ κοινοῖ τὸν ἄνθρωπον. (São Mateus 15, 20)

  • καὶ ἐξελθὼν ἐκεῖθεν ὁ ἰησοῦς ἀνεχώρησεν εἰς τὰ μέρη τύρου καὶ σιδῶνος. (São Mateus 15, 21)

  • καὶ ἰδοὺ γυνὴ χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα ἔκραζεν λέγουσα, ἐλέησόν με, κύριε, υἱὸς δαυίδ· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. (São Mateus 15, 22)

  • ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἠρώτουν αὐτὸν λέγοντες, ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν. (São Mateus 15, 23)

  • ὁ δὲ ἀποκριθεὶς εἶπεν, οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου ἰσραήλ. (São Mateus 15, 24)

  • ἡ δὲ ἐλθοῦσα προσεκύνει αὐτῶ λέγουσα, κύριε, βοήθει μοι. (São Mateus 15, 25)


"Proponha-se a exercitar-se nas virtudes". São Padre Pio de Pietrelcina