Fundar 35140 Resultados para: Ὁ
ἄφετε αὐτούς· τυφλοί εἰσιν ὁδηγοί [τυφλῶν]· τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον πεσοῦνται. (São Mateus 15, 14)
ἀποκριθεὶς δὲ ὁ πέτρος εἶπεν αὐτῶ, φράσον ἡμῖν τὴν παραβολήν [ταύτην]. (São Mateus 15, 15)
ὁ δὲ εἶπεν, ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε; (São Mateus 15, 16)
οὐ νοεῖτε ὅτι πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ στόμα εἰς τὴν κοιλίαν χωρεῖ καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται; (São Mateus 15, 17)
τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόματος ἐκ τῆς καρδίας ἐξέρχεται, κἀκεῖνα κοινοῖ τὸν ἄνθρωπον. (São Mateus 15, 18)
ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί, φόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαί, ψευδομαρτυρίαι, βλασφημίαι. (São Mateus 15, 19)
ταῦτά ἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον, τὸ δὲ ἀνίπτοις χερσὶν φαγεῖν οὐ κοινοῖ τὸν ἄνθρωπον. (São Mateus 15, 20)
καὶ ἐξελθὼν ἐκεῖθεν ὁ ἰησοῦς ἀνεχώρησεν εἰς τὰ μέρη τύρου καὶ σιδῶνος. (São Mateus 15, 21)
καὶ ἰδοὺ γυνὴ χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα ἔκραζεν λέγουσα, ἐλέησόν με, κύριε, υἱὸς δαυίδ· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. (São Mateus 15, 22)
ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἠρώτουν αὐτὸν λέγοντες, ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν. (São Mateus 15, 23)
ὁ δὲ ἀποκριθεὶς εἶπεν, οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου ἰσραήλ. (São Mateus 15, 24)
ἡ δὲ ἐλθοῦσα προσεκύνει αὐτῶ λέγουσα, κύριε, βοήθει μοι. (São Mateus 15, 25)