Mosaico decorativo

Znaleziono 31964 Wyniki dla: Ἡ

  • ἀκούσαντες δὲ καὶ γενόμενοι πλήρεις θυμοῦ ἔκραζον λέγοντες, μεγάλη ἡ ἄρτεμις ἐφεσίων. (Atos dos Apóstolos 19, 28)

  • καὶ ἐπλήσθη ἡ πόλις τῆς συγχύσεως, ὥρμησάν τε ὁμοθυμαδὸν εἰς τὸ θέατρον συναρπάσαντες γάϊον καὶ ἀρίσταρχον μακεδόνας, συνεκδήμους παύλου. (Atos dos Apóstolos 19, 29)

  • παύλου δὲ βουλομένου εἰσελθεῖν εἰς τὸν δῆμον οὐκ εἴων αὐτὸν οἱ μαθηταί· (Atos dos Apóstolos 19, 30)

  • τινὲς δὲ καὶ τῶν ἀσιαρχῶν, ὄντες αὐτῶ φίλοι, πέμψαντες πρὸς αὐτὸν παρεκάλουν μὴ δοῦναι ἑαυτὸν εἰς τὸ θέατρον. (Atos dos Apóstolos 19, 31)

  • ἄλλοι μὲν οὗν ἄλλο τι ἔκραζον, ἦν γὰρ ἡ ἐκκλησία συγκεχυμένη, καὶ οἱ πλείους οὐκ ᾔδεισαν τίνος ἕνεκα συνεληλύθεισαν. (Atos dos Apóstolos 19, 32)

  • ἐκ δὲ τοῦ ὄχλου συνεβίβασαν ἀλέξανδρον, προβαλόντων αὐτὸν τῶν ἰουδαίων· ὁ δὲ ἀλέξανδρος κατασείσας τὴν χεῖρα ἤθελεν ἀπολογεῖσθαι τῶ δήμῳ. (Atos dos Apóstolos 19, 33)

  • ἐπιγνόντες δὲ ὅτι ἰουδαῖός ἐστιν φωνὴ ἐγένετο μία ἐκ πάντων ὡς ἐπὶ ὥρας δύο κραζόντων, μεγάλη ἡ ἄρτεμις ἐφεσίων. (Atos dos Apóstolos 19, 34)

  • καταστείλας δὲ ὁ γραμματεὺς τὸν ὄχλον φησίν, ἄνδρες ἐφέσιοι, τίς γάρ ἐστιν ἀνθρώπων ὃς οὐ γινώσκει τὴν ἐφεσίων πόλιν νεωκόρον οὗσαν τῆς μεγάλης ἀρτέμιδος καὶ τοῦ διοπετοῦς; (Atos dos Apóstolos 19, 35)

  • ἀναντιρρήτων οὗν ὄντων τούτων δέον ἐστὶν ὑμᾶς κατεσταλμένους ὑπάρχειν καὶ μηδὲν προπετὲς πράσσειν. (Atos dos Apóstolos 19, 36)

  • ἠγάγετε γὰρ τοὺς ἄνδρας τούτους οὔτε ἱεροσύλους οὔτε βλασφημοῦντας τὴν θεὸν ἡμῶν. (Atos dos Apóstolos 19, 37)

  • εἰ μὲν οὗν δημήτριος καὶ οἱ σὺν αὐτῶ τεχνῖται ἔχουσι πρός τινα λόγον, ἀγοραῖοι ἄγονται καὶ ἀνθύπατοί εἰσιν· ἐγκαλείτωσαν ἀλλήλοις. (Atos dos Apóstolos 19, 38)

  • εἰ δέ τι περαιτέρω ἐπιζητεῖτε, ἐν τῇ ἐννόμῳ ἐκκλησίᾳ ἐπιλυθήσεται. (Atos dos Apóstolos 19, 39)


"A mulher forte é a que tem temor de Deus e faz a vontade de Deus." São Padre Pio de Pietrelcina