Encontrados 31964 resultados para: Ἡ
ἀκούσαντες δὲ καὶ γενόμενοι πλήρεις θυμοῦ ἔκραζον λέγοντες, μεγάλη ἡ ἄρτεμις ἐφεσίων. (Atos dos Apóstolos 19, 28)
καὶ ἐπλήσθη ἡ πόλις τῆς συγχύσεως, ὥρμησάν τε ὁμοθυμαδὸν εἰς τὸ θέατρον συναρπάσαντες γάϊον καὶ ἀρίσταρχον μακεδόνας, συνεκδήμους παύλου. (Atos dos Apóstolos 19, 29)
παύλου δὲ βουλομένου εἰσελθεῖν εἰς τὸν δῆμον οὐκ εἴων αὐτὸν οἱ μαθηταί· (Atos dos Apóstolos 19, 30)
τινὲς δὲ καὶ τῶν ἀσιαρχῶν, ὄντες αὐτῶ φίλοι, πέμψαντες πρὸς αὐτὸν παρεκάλουν μὴ δοῦναι ἑαυτὸν εἰς τὸ θέατρον. (Atos dos Apóstolos 19, 31)
ἄλλοι μὲν οὗν ἄλλο τι ἔκραζον, ἦν γὰρ ἡ ἐκκλησία συγκεχυμένη, καὶ οἱ πλείους οὐκ ᾔδεισαν τίνος ἕνεκα συνεληλύθεισαν. (Atos dos Apóstolos 19, 32)
ἐκ δὲ τοῦ ὄχλου συνεβίβασαν ἀλέξανδρον, προβαλόντων αὐτὸν τῶν ἰουδαίων· ὁ δὲ ἀλέξανδρος κατασείσας τὴν χεῖρα ἤθελεν ἀπολογεῖσθαι τῶ δήμῳ. (Atos dos Apóstolos 19, 33)
ἐπιγνόντες δὲ ὅτι ἰουδαῖός ἐστιν φωνὴ ἐγένετο μία ἐκ πάντων ὡς ἐπὶ ὥρας δύο κραζόντων, μεγάλη ἡ ἄρτεμις ἐφεσίων. (Atos dos Apóstolos 19, 34)
καταστείλας δὲ ὁ γραμματεὺς τὸν ὄχλον φησίν, ἄνδρες ἐφέσιοι, τίς γάρ ἐστιν ἀνθρώπων ὃς οὐ γινώσκει τὴν ἐφεσίων πόλιν νεωκόρον οὗσαν τῆς μεγάλης ἀρτέμιδος καὶ τοῦ διοπετοῦς; (Atos dos Apóstolos 19, 35)
ἀναντιρρήτων οὗν ὄντων τούτων δέον ἐστὶν ὑμᾶς κατεσταλμένους ὑπάρχειν καὶ μηδὲν προπετὲς πράσσειν. (Atos dos Apóstolos 19, 36)
ἠγάγετε γὰρ τοὺς ἄνδρας τούτους οὔτε ἱεροσύλους οὔτε βλασφημοῦντας τὴν θεὸν ἡμῶν. (Atos dos Apóstolos 19, 37)
εἰ μὲν οὗν δημήτριος καὶ οἱ σὺν αὐτῶ τεχνῖται ἔχουσι πρός τινα λόγον, ἀγοραῖοι ἄγονται καὶ ἀνθύπατοί εἰσιν· ἐγκαλείτωσαν ἀλλήλοις. (Atos dos Apóstolos 19, 38)
εἰ δέ τι περαιτέρω ἐπιζητεῖτε, ἐν τῇ ἐννόμῳ ἐκκλησίᾳ ἐπιλυθήσεται. (Atos dos Apóstolos 19, 39)