Mosaico decorativo

Znaleziono 24028 Wyniki dla: Ἐν

  • καὶ σὺ καὶ πάντες οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου πορεύσεσθε ἐν αἰχμαλωσίᾳ καὶ ἐν Βαβυλῶνι ἀποθανῇ καὶ ἐκεῖ ταφήσῃ σὺ καὶ πάντες οἱ φίλοι σου οἷς ἐπροφήτευσας αὐτοῖς ψευδῆ (Jeremias 20, 6)

  • ἠπάτησάς με κύριε καὶ ἠπατήθην ἐκράτησας καὶ ἠδυνάσθης ἐγενόμην εἰς γέλωτα πᾶσαν ἡμέραν διετέλεσα μυκτηριζόμενος (Jeremias 20, 7)

  • ὅτι πικρῷ λόγῳ μου γελάσομαι ἀθεσίαν καὶ ταλαιπωρίαν ἐπικαλέσομαι ὅτι ἐγενήθη λόγος κυρίου εἰς ὀνειδισμὸν ἐμοὶ καὶ εἰς χλευασμὸν πᾶσαν ἡμέραν μου (Jeremias 20, 8)

  • καὶ εἶπα οὐ μὴ ὀνομάσω τὸ ὄνομα κυρίου καὶ οὐ μὴ λαλήσω ἔτι ἐπὶ τῷ ὀνόματι αὐτοῦ καὶ ἐγένετο ὡς πῦρ καιόμενον φλέγον ἐν τοῖς ὀστέοις μου καὶ παρεῖμαι πάντοθεν καὶ οὐ δύναμαι φέρειν (Jeremias 20, 9)

  • ὅτι ἤκουσα ψόγον πολλῶν συναθροιζομένων κυκλόθεν ἐπισύστητε καὶ ἐπισυστῶμεν αὐτῷ πάντες ἄνδρες φίλοι αὐτοῦ τηρήσατε τὴν ἐπίνοιαν αὐτοῦ εἰ ἀπατηθήσεται καὶ δυνησόμεθα αὐτῷ καὶ λημψόμεθα τὴν ἐκδίκησιν ἡμῶν ἐξ αὐτοῦ (Jeremias 20, 10)

  • καὶ κύριος μετ’ ἐμοῦ καθὼς μαχητὴς ἰσχύων διὰ τοῦτο ἐδίωξαν καὶ νοῆσαι οὐκ ἠδύναντο ᾐσχύνθησαν σφόδρα ὅτι οὐκ ἐνόησαν ἀτιμίας αὐτῶν αἳ δι’ αἰῶνος οὐκ ἐπιλησθήσονται (Jeremias 20, 11)

  • κύριε δοκιμάζων δίκαια συνίων νεφροὺς καὶ καρδίας ἴδοιμι τὴν παρὰ σοῦ ἐκδίκησιν ἐν αὐτοῖς ὅτι πρὸς σὲ ἀπεκάλυψα τὰ ἀπολογήματά μου (Jeremias 20, 12)

  • ἐπικατάρατος ἡ ἡμέρα ἐν ᾗ ἐτέχθην ἐν αὐτῇ ἡ ἡμέρα ἐν ᾗ ἔτεκέν με ἡ μήτηρ μου μὴ ἔστω ἐπευκτή (Jeremias 20, 14)

  • ἐπικατάρατος ὁ ἄνθρωπος ὁ εὐαγγελισάμενος τῷ πατρί μου λέγων ἐτέχθη σοι ἄρσεν εὐφραινόμενος (Jeremias 20, 15)

  • ἔστω ὁ ἄνθρωπος ἐκεῖνος ὡς αἱ πόλεις ἃς κατέστρεψεν κύριος ἐν θυμῷ καὶ οὐ μετεμελήθη ἀκουσάτω κραυγῆς τὸ πρωὶ καὶ ἀλαλαγμοῦ μεσημβρίας (Jeremias 20, 16)

  • ὅτι οὐκ ἀπέκτεινέν με ἐν μήτρᾳ μητρὸς καὶ ἐγένετό μοι ἡ μήτηρ μου τάφος μου καὶ ἡ μήτρα συλλήμψεως αἰωνίας (Jeremias 20, 17)

  • ἵνα τί τοῦτο ἐξῆλθον ἐκ μήτρας τοῦ βλέπειν κόπους καὶ πόνους καὶ διετέλεσαν ἐν αἰσχύνῃ αἱ ἡμέραι μου (Jeremias 20, 18)


"Não desperdice suas energias em coisas que geram preocupação. Uma coisa somente é necessária: elevar o espírito e amar a Deus." São Padre Pio de Pietrelcina