Znaleziono 605 Wyniki dla: ο Σαούλ είναι εξαπατημένη
καὶ ἐκεῖ ἦν ἓν τῶν παιδαρίων τοῦ Σαουλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συνεχόμενος νεεσσαραν ἐνώπιον κυρίου καὶ ὄνομα αὐτῷ Δωηκ ὁ Σύρος νέμων τὰς ἡμιόνους Σαουλ (I Samuel 21, 8)
καὶ ἔδωκεν αὐτὴν αὐτῷ καὶ ἀνέστη Δαυιδ καὶ ἔφυγεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ προσώπου Σαουλ καὶ ἦλθεν Δαυιδ πρὸς Αγχους βασιλέα Γεθ (I Samuel 21, 11)
καὶ εἶπαν οἱ παῖδες Αγχους πρὸς αὐτόν οὐχὶ οὗτος Δαυιδ ὁ βασιλεὺς τῆς γῆς οὐχὶ τούτῳ ἐξῆρχον αἱ χορεύουσαι λέγουσαι ἐπάταξεν Σαουλ ἐν χιλιάσιν αὐτοῦ καὶ Δαυιδ ἐν μυριάσιν αὐτοῦ (I Samuel 21, 12)
καὶ ἤκουσεν Σαουλ ὅτι ἔγνωσται Δαυιδ καὶ οἱ ἄνδρες οἱ μετ’ αὐτοῦ καὶ Σαουλ ἐκάθητο ἐν τῷ βουνῷ ὑπὸ τὴν ἄρουραν τὴν ἐν Ραμα καὶ τὸ δόρυ ἐν τῇ χειρὶ αὐτοῦ καὶ πάντες οἱ παῖδες αὐτοῦ παρειστήκεισαν αὐτῷ (I Samuel 22, 6)
καὶ εἶπεν Σαουλ πρὸς τοὺς παῖδας αὐτοῦ τοὺς παρεστηκότας αὐτῷ καὶ εἶπεν αὐτοῖς ἀκούσατε δή υἱοὶ Βενιαμιν εἰ ἀληθῶς πᾶσιν ὑμῖν δώσει ὁ υἱὸς Ιεσσαι ἀγροὺς καὶ ἀμπελῶνας καὶ πάντας ὑμᾶς τάξει ἑκατοντάρχους καὶ χιλιάρχους (I Samuel 22, 7)
καὶ ἀποκρίνεται Δωηκ ὁ Σύρος ὁ καθεστηκὼς ἐπὶ τὰς ἡμιόνους Σαουλ καὶ εἶπεν ἑόρακα τὸν υἱὸν Ιεσσαι παραγινόμενον εἰς Νομβα πρὸς Αβιμελεχ υἱὸν Αχιτωβ τὸν ἱερέα (I Samuel 22, 9)
καὶ εἶπεν Σαουλ ἄκουε δή υἱὲ Αχιτωβ καὶ εἶπεν ἰδοὺ ἐγώ λάλει κύριε (I Samuel 22, 12)
καὶ εἶπεν αὐτῷ Σαουλ ἵνα τί συνέθου κατ’ ἐμοῦ σὺ καὶ ὁ υἱὸς Ιεσσαι δοῦναί σε αὐτῷ ἄρτον καὶ ῥομφαίαν καὶ ἐρωτᾶν αὐτῷ διὰ τοῦ θεοῦ θέσθαι αὐτὸν ἐπ’ ἐμὲ εἰς ἐχθρὸν ὡς ἡ ἡμέρα αὕτη (I Samuel 22, 13)
καὶ εἶπεν ὁ βασιλεὺς Σαουλ θανάτῳ ἀποθανῇ Αβιμελεχ σὺ καὶ πᾶς ὁ οἶκος τοῦ πατρός σου (I Samuel 22, 16)
καὶ ἀπήγγειλεν Αβιαθαρ τῷ Δαυιδ ὅτι ἐθανάτωσεν Σαουλ πάντας τοὺς ἱερεῖς τοῦ κυρίου (I Samuel 22, 21)
καὶ εἶπεν Δαυιδ τῷ Αβιαθαρ ἤιδειν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὅτι Δωηκ ὁ Σύρος ὅτι ἀπαγγέλλων ἀπαγγελεῖ τῷ Σαουλ ἐγώ εἰμι αἴτιος τῶν ψυχῶν οἴκου τοῦ πατρός σου (I Samuel 22, 22)
καὶ ἀπηγγέλη τῷ Σαουλ ὅτι ἥκει Δαυιδ εἰς Κεϊλα καὶ εἶπεν Σαουλ πέπρακεν αὐτὸν ὁ θεὸς εἰς χεῖράς μου ὅτι ἀποκέκλεισται εἰσελθὼν εἰς πόλιν θυρῶν καὶ μοχλῶν (I Samuel 23, 7)