Znaleziono 7097 Wyniki dla: Τὴν
καὶ ἐπελεύσεται εἰς τὴν χώραν μου (Daniel 11, 41)
καὶ στήσει αὐτοῦ τὴν σκηνὴν τότε ἀνὰ μέσον τῶν θαλασσῶν καὶ τοῦ ὄρους τῆς θελήσεως τοῦ ἁγίου καὶ ἥξει ὥρα τῆς συντελείας αὐτοῦ καὶ οὐκ ἔσται ὁ βοηθῶν αὐτῷ (Daniel 11, 45)
καὶ κατὰ τὴν ὥραν ἐκείνην παρελεύσεται Μιχαηλ ὁ ἄγγελος ὁ μέγας ὁ ἑστηκὼς ἐπὶ τοὺς υἱοὺς τοῦ λαοῦ σου ἐκείνη ἡ ἡμέρα θλίψεως οἵα οὐκ ἐγενήθη ἀφ’ οὗ ἐγενήθησαν ἕως τῆς ἡμέρας ἐκείνης καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὑψωθήσεται πᾶς ὁ λαός ὃς ἂν εὑρεθῇ ἐγγεγραμμένος ἐν τῷ βιβλίῳ (Daniel 12, 1)
καὶ ἤκουσα τοῦ περιβεβλημένου τὰ βύσσινα ὃς ἦν ἐπάνω τοῦ ὕδατος τοῦ ποταμοῦ ἕως καιροῦ συντελείας καὶ ὕψωσε τὴν δεξιὰν καὶ τὴν ἀριστερὰν εἰς τὸν οὐρανὸν καὶ ὤμοσε τὸν ζῶντα εἰς τὸν αἰῶνα θεὸν ὅτι εἰς καιρὸν καὶ καιροὺς καὶ ἥμισυ καιροῦ ἡ συντέλεια χειρῶν ἀφέσεως λαοῦ ἁγίου καὶ συντελεσθήσεται πάντα ταῦτα (Daniel 12, 7)
καὶ σὺ βάδισον ἀναπαύου ἔτι γάρ εἰσιν ἡμέραι καὶ ὧραι εἰς ἀναπλήρωσιν συντελείας καὶ ἀναπαύσῃ καὶ ἀναστήσῃ ἐπὶ τὴν δόξαν σου εἰς συντέλειαν ἡμερῶν (Daniel 12, 13)
καὶ ἰδοὺ αὕτη κατὰ τὸ εἰωθὸς περιεπάτει καὶ ὁ εἷς τῶν πρεσβυτέρων ἐληλύθει καὶ ἰδοὺ ὁ ἕτερος παρεγένετο καὶ εἷς τὸν ἕτερον ἀνέκρινε λέγων τί σὺ οὕτως ὄρθρου ἐξῆλθες οὐ παραλαβών με καὶ ἐξωμολογήσαντο πρὸς ἀλλήλους ἑκάτερος τὴν ὀδύνην αὐτοῦ (Daniel 13, 14)
οἱ δὲ παράνομοι ἄνδρες ἀπέστρεψαν ἀπειλοῦντες ἐν ἑαυτοῖς καὶ ἐνεδρεύοντες ἵνα θανατώσουσιν αὐτήν καὶ ἐλθόντες ἐπὶ τὴν συναγωγὴν τῆς πόλεως οὗ παρῳκοῦσαν καὶ συνήδρευσαν οἱ ὄντες ἐκεῖ πάντες οἱ υἱοὶ Ισραηλ (Daniel 13, 28)
καὶ ἐκλαίοσαν οἱ παρ’ αὐτῆς πάντες καὶ ὅσοι αὐτὴν ᾔδεισαν πάντες (Daniel 13, 33)
καὶ κυκλοῦντες τὸ στάδιον εἴδομεν ταύτην ἀναπαυομένην μετὰ ἀνδρὸς καὶ στάντες ἐθεωροῦμεν αὐτοὺς ὁμιλοῦντας ἀλλήλοις (Daniel 13, 37)
εἶπεν δὲ ὁ νεώτερος ὀρθῶς ἔψευσαι εἰς τὴν σεαυτοῦ ψυχήν ὁ γὰρ ἄγγελος κυρίου σχίσει σου τὴν ψυχὴν σήμερον (Daniel 13, 55)
καὶ οὕτως ἐποιεῖτε θυγατράσιν Ισραηλ καὶ ἐκεῖναι φοβούμεναι ὡμιλοῦσαν ὑμῖν ἀλλ’ οὐ θυγάτηρ Ιουδα ὑπέμεινε τὴν νόσον ὑμῶν ἐν ἀνομίᾳ ὑπενεγκεῖν (Daniel 13, 57)
καὶ εἶπεν Δανιηλ ἁμαρτωλέ νῦν ὁ ἄγγελος κυρίου τὴν ῥομφαίαν ἕστηκεν ἔχων ἕως ὁ λαὸς ἐξολεθρεύσει ὑμᾶς ἵνα καταπρίσῃ σε (Daniel 13, 59)