Znaleziono 887 Wyniki dla: Τείχος της Ιερουσαλήμ
ἀφ’ ἧς ἡμέρας ἀντέστης ἐξ ἐναντίας ἐν ἡμέρᾳ αἰχμαλωτευόντων ἀλλογενῶν δύναμιν αὐτοῦ καὶ ἀλλότριοι εἰσῆλθον εἰς πύλας αὐτοῦ καὶ ἐπὶ Ιερουσαλημ ἔβαλον κλήρους καὶ σὺ ἦς ὡς εἷς ἐξ αὐτῶν (Abdias 1, 11)
καὶ τῆς μετοικεσίας ἡ ἀρχὴ αὕτη τοῖς υἱοῖς Ισραηλ γῆ τῶν Χαναναίων ἕως Σαρεπτων καὶ ἡ μετοικεσία Ιερουσαλημ ἕως Εφραθα καὶ κληρονομήσουσιν τὰς πόλεις τοῦ Ναγεβ (Abdias 1, 20)
καὶ ἐγένετο λόγος κυρίου πρὸς Μιχαιαν τὸν τοῦ Μωρασθι ἐν ἡμέραις Ιωαθαμ καὶ Αχαζ καὶ Εζεκιου βασιλέων Ιουδα ὑπὲρ ὧν εἶδεν περὶ Σαμαρείας καὶ περὶ Ιερουσαλημ (Miquéias 1, 1)
διὰ ἀσέβειαν Ιακωβ πάντα ταῦτα καὶ διὰ ἁμαρτίαν οἴκου Ισραηλ τίς ἡ ἀσέβεια τοῦ Ιακωβ οὐ Σαμάρεια καὶ τίς ἡ ἁμαρτία οἴκου Ιουδα οὐχὶ Ιερουσαλημ (Miquéias 1, 5)
ὅτι κατεκράτησεν ἡ πληγὴ αὐτῆς διότι ἦλθεν ἕως Ιουδα καὶ ἥψατο ἕως πύλης λαοῦ μου ἕως Ιερουσαλημ (Miquéias 1, 9)
τίς ἤρξατο εἰς ἀγαθὰ κατοικούσῃ ὀδύνας ὅτι κατέβη κακὰ παρὰ κυρίου ἐπὶ πύλας Ιερουσαλημ (Miquéias 1, 12)
οἱ οἰκοδομοῦντες Σιων ἐν αἵμασιν καὶ Ιερουσαλημ ἐν ἀδικίαις (Miquéias 3, 10)
διὰ τοῦτο δι’ ὑμᾶς Σιων ὡς ἀγρὸς ἀροτριαθήσεται καὶ Ιερουσαλημ ὡς ὀπωροφυλάκιον ἔσται καὶ τὸ ὄρος τοῦ οἴκου ὡς ἄλσος δρυμοῦ (Miquéias 3, 12)
καὶ πορεύσονται ἔθνη πολλὰ καὶ ἐροῦσιν δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος κυρίου καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ιακωβ καὶ δείξουσιν ἡμῖν τὴν ὁδὸν αὐτοῦ καὶ πορευσόμεθα ἐν ταῖς τρίβοις αὐτοῦ ὅτι ἐκ Σιων ἐξελεύσεται νόμος καὶ λόγος κυρίου ἐξ Ιερουσαλημ (Miquéias 4, 2)
καὶ σύ πύργος ποιμνίου αὐχμώδης θύγατερ Σιων ἐπὶ σὲ ἥξει καὶ εἰσελεύσεται ἡ ἀρχὴ ἡ πρώτη βασιλεία ἐκ Βαβυλῶνος τῇ θυγατρὶ Ιερουσαλημ (Miquéias 4, 8)
καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ Ιουδαν καὶ ἐπὶ πάντας τοὺς κατοικοῦντας Ιερουσαλημ καὶ ἐξαρῶ ἐκ τοῦ τόπου τούτου τὰ ὀνόματα τῆς Βααλ καὶ τὰ ὀνόματα τῶν ἱερέων (Sofonias 1, 4)
καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐξερευνήσω τὴν Ιερουσαλημ μετὰ λύχνου καὶ ἐκδικήσω ἐπὶ τοὺς ἄνδρας τοὺς καταφρονοῦντας ἐπὶ τὰ φυλάγματα αὐτῶν οἱ λέγοντες ἐν ταῖς καρδίαις αὐτῶν οὐ μὴ ἀγαθοποιήσῃ κύριος οὐδ’ οὐ μὴ κακώσῃ (Sofonias 1, 12)