Znaleziono 27855 Wyniki dla: Καὶ
καὶ γυνὴ οὗσα ἐν ῥύσει αἵματος δώδεκα ἔτη (São Marcos 5, 25)
καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν καὶ δαπανήσασα τὰ παρ᾽ αὐτῆς πάντα καὶ μηδὲν ὠφεληθεῖσα ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα, (São Marcos 5, 26)
καὶ εὐθὺς ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῶ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. (São Marcos 5, 29)
καὶ εὐθὺς ὁ ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῶ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν ἐπιστραφεὶς ἐν τῶ ὄχλῳ ἔλεγεν, τίς μου ἥψατο τῶν ἱματίων; (São Marcos 5, 30)
καὶ ἔλεγον αὐτῶ οἱ μαθηταὶ αὐτοῦ, βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις, τίς μου ἥψατο; (São Marcos 5, 31)
καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. (São Marcos 5, 32)
ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν αὐτῇ, ἦλθεν καὶ προσέπεσεν αὐτῶ καὶ εἶπεν αὐτῶ πᾶσαν τὴν ἀλήθειαν. (São Marcos 5, 33)
ὁ δὲ εἶπεν αὐτῇ, θυγάτηρ, ἡ πίστις σου σέσωκέν σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου. (São Marcos 5, 34)
καὶ οὐκ ἀφῆκεν οὐδένα μετ᾽ αὐτοῦ συνακολουθῆσαι εἰ μὴ τὸν πέτρον καὶ ἰάκωβον καὶ ἰωάννην τὸν ἀδελφὸν ἰακώβου. (São Marcos 5, 37)
καὶ ἔρχονται εἰς τὸν οἶκον τοῦ ἀρχισυναγώγου, καὶ θεωρεῖ θόρυβον καὶ κλαίοντας καὶ ἀλαλάζοντας πολλά, (São Marcos 5, 38)
καὶ εἰσελθὼν λέγει αὐτοῖς, τί θορυβεῖσθε καὶ κλαίετε; τὸ παιδίον οὐκ ἀπέθανεν ἀλλὰ καθεύδει. (São Marcos 5, 39)
καὶ κατεγέλων αὐτοῦ. αὐτὸς δὲ ἐκβαλὼν πάντας παραλαμβάνει τὸν πατέρα τοῦ παιδίου καὶ τὴν μητέρα καὶ τοὺς μετ᾽ αὐτοῦ, καὶ εἰσπορεύεται ὅπου ἦν τὸ παιδίον· (São Marcos 5, 40)