Mosaico decorativo

Gefunden 27855 Ergebnisse für: Καὶ

  • καὶ γυνὴ οὗσα ἐν ῥύσει αἵματος δώδεκα ἔτη (São Marcos 5, 25)

  • καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν καὶ δαπανήσασα τὰ παρ᾽ αὐτῆς πάντα καὶ μηδὲν ὠφεληθεῖσα ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα, (São Marcos 5, 26)

  • καὶ εὐθὺς ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῶ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. (São Marcos 5, 29)

  • καὶ εὐθὺς ὁ ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῶ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν ἐπιστραφεὶς ἐν τῶ ὄχλῳ ἔλεγεν, τίς μου ἥψατο τῶν ἱματίων; (São Marcos 5, 30)

  • καὶ ἔλεγον αὐτῶ οἱ μαθηταὶ αὐτοῦ, βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις, τίς μου ἥψατο; (São Marcos 5, 31)

  • καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. (São Marcos 5, 32)

  • ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν αὐτῇ, ἦλθεν καὶ προσέπεσεν αὐτῶ καὶ εἶπεν αὐτῶ πᾶσαν τὴν ἀλήθειαν. (São Marcos 5, 33)

  • ὁ δὲ εἶπεν αὐτῇ, θυγάτηρ, ἡ πίστις σου σέσωκέν σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου. (São Marcos 5, 34)

  • καὶ οὐκ ἀφῆκεν οὐδένα μετ᾽ αὐτοῦ συνακολουθῆσαι εἰ μὴ τὸν πέτρον καὶ ἰάκωβον καὶ ἰωάννην τὸν ἀδελφὸν ἰακώβου. (São Marcos 5, 37)

  • καὶ ἔρχονται εἰς τὸν οἶκον τοῦ ἀρχισυναγώγου, καὶ θεωρεῖ θόρυβον καὶ κλαίοντας καὶ ἀλαλάζοντας πολλά, (São Marcos 5, 38)

  • καὶ εἰσελθὼν λέγει αὐτοῖς, τί θορυβεῖσθε καὶ κλαίετε; τὸ παιδίον οὐκ ἀπέθανεν ἀλλὰ καθεύδει. (São Marcos 5, 39)

  • καὶ κατεγέλων αὐτοῦ. αὐτὸς δὲ ἐκβαλὼν πάντας παραλαμβάνει τὸν πατέρα τοῦ παιδίου καὶ τὴν μητέρα καὶ τοὺς μετ᾽ αὐτοῦ, καὶ εἰσπορεύεται ὅπου ἦν τὸ παιδίον· (São Marcos 5, 40)


"Proponha-se a exercitar-se nas virtudes". São Padre Pio de Pietrelcina