Znaleziono 27855 Wyniki dla: Καὶ
καὶ ἰδοὺ ἐγὼ κάθημαι ἐναντίον ὑμῶν εἰς Μασσηφα στῆναι κατὰ πρόσωπον τῶν Χαλδαίων οἳ ἂν ἔλθωσιν ἐφ’ ὑμᾶς καὶ ὑμεῖς συναγάγετε οἶνον καὶ ὀπώραν καὶ συναγάγετε ἔλαιον καὶ βάλετε εἰς τὰ ἀγγεῖα ὑμῶν καὶ οἰκήσατε ἐν ταῖς πόλεσιν αἷς κατεκρατήσατε (Jeremias 47, 10)
καὶ πάντες οἱ Ιουδαῖοι οἱ ἐν γῇ Μωαβ καὶ ἐν υἱοῖς Αμμων καὶ οἱ ἐν τῇ Ιδουμαίᾳ καὶ οἱ ἐν πάσῃ τῇ γῇ ἤκουσαν ὅτι ἔδωκεν βασιλεὺς Βαβυλῶνος κατάλειμμα τῷ Ιουδα καὶ ὅτι κατέστησεν ἐπ’ αὐτοὺς τὸν Γοδολιαν υἱὸν Αχικαμ (Jeremias 47, 11)
καὶ ἦλθον πρὸς Γοδολιαν εἰς γῆν Ιουδα εἰς Μασσηφα καὶ συνήγαγον οἶνον καὶ ὀπώραν πολλὴν σφόδρα καὶ ἔλαιον (Jeremias 47, 12)
καὶ Ιωαναν υἱὸς Καρηε καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως οἱ ἐν τοῖς ἀγροῖς ἦλθον πρὸς Γοδολιαν εἰς Μασσηφα (Jeremias 47, 13)
καὶ εἶπαν αὐτῷ εἰ γνώσει γινώσκεις ὅτι Βελισα βασιλεὺς υἱῶν Αμμων ἀπέστειλεν πρὸς σὲ τὸν Ισμαηλ πατάξαι σου ψυχήν καὶ οὐκ ἐπίστευσεν αὐτοῖς Γοδολιας (Jeremias 47, 14)
καὶ Ιωαναν εἶπεν τῷ Γοδολια κρυφαίως ἐν Μασσηφα πορεύσομαι δὴ καὶ πατάξω τὸν Ισμαηλ καὶ μηθεὶς γνώτω μὴ πατάξῃ σου ψυχὴν καὶ διασπαρῇ πᾶς Ιουδα οἱ συνηγμένοι πρὸς σὲ καὶ ἀπολοῦνται οἱ κατάλοιποι Ιουδα (Jeremias 47, 15)
καὶ εἶπεν Γοδολιας πρὸς Ιωαναν μὴ ποιήσῃς τὸ πρᾶγμα τοῦτο ὅτι ψευδῆ σὺ λέγεις περὶ Ισμαηλ (Jeremias 47, 16)
Gr. Jeremiah 48 (Heb. 41) καὶ ἐγένετο τῷ μηνὶ τῷ ἑβδόμῳ ἦλθεν Ισμαηλ υἱὸς Ναθανιου υἱοῦ Ελασα ἀπὸ γένους τοῦ βασιλέως καὶ δέκα ἄνδρες μετ’ αὐτοῦ πρὸς Γοδολιαν εἰς Μασσηφα καὶ ἔφαγον ἐκεῖ ἄρτον ἅμα (Jeremias 48, 1)
καὶ ἀνέστη Ισμαηλ καὶ οἱ δέκα ἄνδρες οἳ ἦσαν μετ’ αὐτοῦ καὶ ἐπάταξαν τὸν Γοδολιαν ὃν κατέστησεν βασιλεὺς Βαβυλῶνος ἐπὶ τῆς γῆς (Jeremias 48, 2)
καὶ πάντας τοὺς Ιουδαίους τοὺς ὄντας μετ’ αὐτοῦ ἐν Μασσηφα καὶ πάντας τοὺς Χαλδαίους τοὺς εὑρεθέντας ἐκεῖ (Jeremias 48, 3)
καὶ ἐγένετο τῇ ἡμέρᾳ τῇ δευτέρᾳ πατάξαντος αὐτοῦ τὸν Γοδολιαν καὶ ἄνθρωπος οὐκ ἔγνω (Jeremias 48, 4)
καὶ ἤλθοσαν ἄνδρες ἀπὸ Συχεμ καὶ ἀπὸ Σαλημ καὶ ἀπὸ Σαμαρείας ὀγδοήκοντα ἄνδρες ἐξυρημένοι πώγωνας καὶ διερρηγμένοι τὰ ἱμάτια καὶ κοπτόμενοι καὶ μαναα καὶ λίβανος ἐν χερσὶν αὐτῶν τοῦ εἰσενεγκεῖν εἰς οἶκον κυρίου (Jeremias 48, 5)