Mosaico decorativo

Znaleziono 27855 Wyniki dla: Καὶ

  • καὶ ἀπέστειλα πρὸς ὑμᾶς τοὺς παῖδάς μου τοὺς προφήτας λέγων ἀποστράφητε ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ βελτίω ποιήσατε τὰ ἐπιτηδεύματα ὑμῶν καὶ οὐ πορεύσεσθε ὀπίσω θεῶν ἑτέρων τοῦ δουλεύειν αὐτοῖς καὶ οἰκήσετε ἐπὶ τῆς γῆς ἧς ἔδωκα ὑμῖν καὶ τοῖς πατράσιν ὑμῶν καὶ οὐκ ἐκλίνατε τὰ ὦτα ὑμῶν καὶ οὐκ ἠκούσατε (Jeremias 42, 15)

  • καὶ ἔστησαν υἱοὶ Ιωναδαβ υἱοῦ Ρηχαβ τὴν ἐντολὴν τοῦ πατρὸς αὐτῶν ὁ δὲ λαὸς οὗτος οὐκ ἤκουσάν μου (Jeremias 42, 16)

  • διὰ τοῦτο οὕτως εἶπεν κύριος ἰδοὺ ἐγὼ φέρω ἐπὶ Ιουδαν καὶ ἐπὶ τοὺς κατοικοῦντας Ιερουσαλημ πάντα τὰ κακά ἃ ἐλάλησα ἐπ’ αὐτούς (Jeremias 42, 17)

  • Gr. Jeremiah 43 (Heb. 36) καὶ ἐν τῷ ἐνιαυτῷ τῷ τετάρτῳ Ιωακιμ υἱοῦ Ιωσια βασιλέως Ιουδα ἐγενήθη λόγος κυρίου πρός με λέγων (Jeremias 43, 1)

  • λαβὲ σεαυτῷ χαρτίον βιβλίου καὶ γράψον ἐπ’ αὐτοῦ πάντας τοὺς λόγους οὓς ἐχρημάτισα πρὸς σὲ ἐπὶ Ιερουσαλημ καὶ ἐπὶ Ιουδαν καὶ ἐπὶ πάντα τὰ ἔθνη ἀφ’ ἧς ἡμέρας λαλήσαντός μου πρός σε ἀφ’ ἡμερῶν Ιωσια βασιλέως Ιουδα καὶ ἕως τῆς ἡμέρας ταύτης (Jeremias 43, 2)

  • ἴσως ἀκούσεται ὁ οἶκος Ιουδα πάντα τὰ κακά ἃ ἐγὼ λογίζομαι ποιῆσαι αὐτοῖς ἵνα ἀποστρέψωσιν ἀπὸ ὁδοῦ αὐτῶν τῆς πονηρᾶς καὶ ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν καὶ ταῖς ἁμαρτίαις αὐτῶν (Jeremias 43, 3)

  • καὶ ἐκάλεσεν Ιερεμιας τὸν Βαρουχ υἱὸν Νηριου καὶ ἔγραψεν ἀπὸ στόματος Ιερεμιου πάντας τοὺς λόγους κυρίου οὓς ἐχρημάτισεν πρὸς αὐτόν εἰς χαρτίον βιβλίου (Jeremias 43, 4)

  • καὶ ἐνετείλατο Ιερεμιας τῷ Βαρουχ λέγων ἐγὼ φυλάσσομαι οὐ μὴ δύνωμαι εἰσελθεῖν εἰς οἶκον κυρίου (Jeremias 43, 5)

  • καὶ ἀναγνώσῃ ἐν τῷ χαρτίῳ τούτῳ εἰς τὰ ὦτα τοῦ λαοῦ ἐν οἴκῳ κυρίου ἐν ἡμέρᾳ νηστείας καὶ ἐν ὠσὶ παντὸς Ιουδα τῶν ἐρχομένων ἐκ πόλεως αὐτῶν ἀναγνώσῃ αὐτοῖς (Jeremias 43, 6)

  • ἴσως πεσεῖται ἔλεος αὐτῶν κατὰ πρόσωπον κυρίου καὶ ἀποστρέψουσιν ἐκ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς ὅτι μέγας ὁ θυμὸς καὶ ἡ ὀργὴ κυρίου ἣν ἐλάλησεν ἐπὶ τὸν λαὸν τοῦτον (Jeremias 43, 7)

  • καὶ ἐποίησεν Βαρουχ κατὰ πάντα ἃ ἐνετείλατο αὐτῷ Ιερεμιας τοῦ ἀναγνῶναι ἐν τῷ βιβλίῳ λόγους κυρίου ἐν οἴκῳ κυρίου (Jeremias 43, 8)

  • καὶ ἐγενήθη ἐν τῷ ἔτει τῷ ὀγδόῳ βασιλεῖ Ιωακιμ τῷ μηνὶ τῷ ἐνάτῳ ἐξεκκλησίασαν νηστείαν κατὰ πρόσωπον κυρίου πᾶς ὁ λαὸς ἐν Ιερουσαλημ καὶ οἶκος Ιουδα (Jeremias 43, 9)


"Cuide de estar sempre em estado de graça." São Padre Pio de Pietrelcina