Mosaico decorativo

Talált 35140 Eredmények: Ὁ

  • μὴ εὐδοκήσῃς ἐν εὐδοκίᾳ ἀσεβῶν μνήσθητι ὅτι ἕως ᾅδου οὐ μὴ δικαιωθῶσιν (Eclesiástico 9, 12)

  • μακρὰν ἄπεχε ἀπὸ ἀνθρώπου ὃς ἔχει ἐξουσίαν τοῦ φονεύειν καὶ οὐ μὴ ὑποπτεύσῃς φόβον θανάτου κἂν προσέλθῃς μὴ πλημμελήσῃς ἵνα μὴ ἀφέληται τὴν ζωήν σου ἐπίγνωθι ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις καὶ ἐπὶ ἐπάλξεων πόλεως περιπατεῖς (Eclesiástico 9, 13)

  • κατὰ τὴν ἰσχύν σου στόχασαι τοὺς πλησίον καὶ μετὰ σοφῶν συμβουλεύου (Eclesiástico 9, 14)

  • μετὰ συνετῶν ἔστω ὁ διαλογισμός σου καὶ πᾶσα διήγησίς σου ἐν νόμῳ ὑψίστου (Eclesiástico 9, 15)

  • ἄνδρες δίκαιοι ἔστωσαν σύνδειπνοί σου καὶ ἐν φόβῳ κυρίου ἔστω τὸ καύχημά σου (Eclesiástico 9, 16)

  • ἐν χειρὶ τεχνιτῶν ἔργον ἐπαινεσθήσεται καὶ ὁ ἡγούμενος λαοῦ σοφὸς ἐν λόγῳ αὐτοῦ (Eclesiástico 9, 17)

  • φοβερὸς ἐν πόλει αὐτοῦ ἀνὴρ γλωσσώδης καὶ ὁ προπετὴς ἐν λόγῳ αὐτοῦ μισηθήσεται (Eclesiástico 9, 18)

  • κριτὴς σοφὸς παιδεύσει τὸν λαὸν αὐτοῦ καὶ ἡγεμονία συνετοῦ τεταγμένη ἔσται (Eclesiástico 10, 1)

  • κατὰ τὸν κριτὴν τοῦ λαοῦ οὕτως καὶ οἱ λειτουργοὶ αὐτοῦ καὶ κατὰ τὸν ἡγούμενον τῆς πόλεως πάντες οἱ κατοικοῦντες αὐτήν (Eclesiástico 10, 2)

  • βασιλεὺς ἀπαίδευτος ἀπολεῖ τὸν λαὸν αὐτοῦ καὶ πόλις οἰκισθήσεται ἐν συνέσει δυναστῶν (Eclesiástico 10, 3)

  • ἐν χειρὶ κυρίου ἡ ἐξουσία τῆς γῆς καὶ τὸν χρήσιμον ἐγερεῖ εἰς καιρὸν ἐπ’ αὐτῆς (Eclesiástico 10, 4)

  • ἐν χειρὶ κυρίου εὐοδία ἀνδρός καὶ προσώπῳ γραμματέως ἐπιθήσει δόξαν αὐτοῦ (Eclesiástico 10, 5)


"A maior caridade é aquela que arranca as pessoas vencidas pelo demônio, a fim de ganhá-las para Cristo." São Padre Pio de Pietrelcina