Mosaico decorativo

Talált 35140 Eredmények: Ὁ

  • μὴ ἐπίχαιρε ἐπὶ νεκρῷ μνήσθητι ὅτι πάντες τελευτῶμεν (Eclesiástico 8, 7)

  • μὴ παρίδῃς διήγημα σοφῶν καὶ ἐν ταῖς παροιμίαις αὐτῶν ἀναστρέφου ὅτι παρ’ αὐτῶν μαθήσῃ παιδείαν καὶ λειτουργῆσαι μεγιστᾶσιν (Eclesiástico 8, 8)

  • μὴ ἀστόχει διηγήματος γερόντων καὶ γὰρ αὐτοὶ ἔμαθον παρὰ τῶν πατέρων αὐτῶν ὅτι παρ’ αὐτῶν μαθήσῃ σύνεσιν καὶ ἐν καιρῷ χρείας δοῦναι ἀπόκρισιν (Eclesiástico 8, 9)

  • μὴ ἔκκαιε ἄνθρακας ἁμαρτωλοῦ μὴ ἐμπυρισθῇς ἐν πυρὶ φλογὸς αὐτοῦ (Eclesiástico 8, 10)

  • μὴ ἐξαναστῇς ἀπὸ προσώπου ὑβριστοῦ ἵνα μὴ ἐγκαθίσῃ ὡς ἔνεδρον τῷ στόματί σου (Eclesiástico 8, 11)

  • μὴ δανείσῃς ἀνθρώπῳ ἰσχυροτέρῳ σου καὶ ἐὰν δανείσῃς ὡς ἀπολωλεκὼς γίνου (Eclesiástico 8, 12)

  • μὴ ἐγγυήσῃ ὑπὲρ δύναμίν σου καὶ ἐὰν ἐγγυήσῃ ὡς ἀποτείσων φρόντιζε (Eclesiástico 8, 13)

  • μὴ δικάζου μετὰ κριτοῦ κατὰ γὰρ τὴν δόξαν αὐτοῦ κρινοῦσιν αὐτῷ (Eclesiástico 8, 14)

  • μετὰ τολμηροῦ μὴ πορεύου ἐν ὁδῷ ἵνα μὴ βαρύνηται κατὰ σοῦ αὐτὸς γὰρ κατὰ τὸ θέλημα αὐτοῦ ποιήσει καὶ τῇ ἀφροσύνῃ αὐτοῦ συναπολῇ (Eclesiástico 8, 15)

  • μετὰ θυμώδους μὴ ποιήσῃς μάχην καὶ μὴ διαπορεύου μετ’ αὐτοῦ τὴν ἔρημον ὅτι ὡς οὐδὲν ἐν ὀφθαλμοῖς αὐτοῦ αἷμα καὶ ὅπου οὐκ ἔστιν βοήθεια καταβαλεῖ σε (Eclesiástico 8, 16)

  • μετὰ μωροῦ μὴ συμβουλεύου οὐ γὰρ δυνήσεται λόγον στέξαι (Eclesiástico 8, 17)

  • ἐνώπιον ἀλλοτρίου μὴ ποιήσῃς κρυπτόν οὐ γὰρ γινώσκεις τί τέξεται (Eclesiástico 8, 18)


"Proponha-se a exercitar-se nas virtudes". São Padre Pio de Pietrelcina