Mosaico decorativo

Talált 27855 Eredmények: Καὶ

  • ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα, οὖτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· ἀκούετε αὐτοῦ. (São Mateus 17, 5)

  • καὶ ἀκούσαντες οἱ μαθηταὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτῶν καὶ ἐφοβήθησαν σφόδρα. (São Mateus 17, 6)

  • καὶ προσῆλθεν ὁ ἰησοῦς καὶ ἁψάμενος αὐτῶν εἶπεν, ἐγέρθητε καὶ μὴ φοβεῖσθε. (São Mateus 17, 7)

  • καὶ καταβαινόντων αὐτῶν ἐκ τοῦ ὄρους ἐνετείλατο αὐτοῖς ὁ ἰησοῦς λέγων, μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὖ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἐγερθῇ. (São Mateus 17, 9)

  • καὶ ἐπηρώτησαν αὐτὸν οἱ μαθηταὶ λέγοντες, τί οὗν οἱ γραμματεῖς λέγουσιν ὅτι ἠλίαν δεῖ ἐλθεῖν πρῶτον; (São Mateus 17, 10)

  • ὁ δὲ ἀποκριθεὶς εἶπεν, ἠλίας μὲν ἔρχεται καὶ ἀποκαταστήσει πάντα· (São Mateus 17, 11)

  • λέγω δὲ ὑμῖν ὅτι ἠλίας ἤδη ἦλθεν, καὶ οὐκ ἐπέγνωσαν αὐτὸν ἀλλὰ ἐποίησαν ἐν αὐτῶ ὅσα ἠθέλησαν· οὕτως καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπ᾽ αὐτῶν. (São Mateus 17, 12)

  • καὶ ἐλθόντων πρὸς τὸν ὄχλον προσῆλθεν αὐτῶ ἄνθρωπος γονυπετῶν αὐτὸν (São Mateus 17, 14)

  • καὶ λέγων, κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς πάσχει· πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ καὶ πολλάκις εἰς τὸ ὕδωρ. (São Mateus 17, 15)

  • καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι. (São Mateus 17, 16)

  • ἀποκριθεὶς δὲ ὁ ἰησοῦς εἶπεν, ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε μεθ᾽ ὑμῶν ἔσομαι; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετέ μοι αὐτὸν ὧδε. (São Mateus 17, 17)

  • καὶ ἐπετίμησεν αὐτῶ ὁ ἰησοῦς, καὶ ἐξῆλθεν ἀπ᾽ αὐτοῦ τὸ δαιμόνιον· καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης. (São Mateus 17, 18)


"Desapegue-se daquilo que não é de Deus e não leva a Deus". São Padre Pio de Pietrelcina