Fundar 27855 Resultados para: Καὶ
ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα, οὖτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· ἀκούετε αὐτοῦ. (São Mateus 17, 5)
καὶ ἀκούσαντες οἱ μαθηταὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτῶν καὶ ἐφοβήθησαν σφόδρα. (São Mateus 17, 6)
καὶ προσῆλθεν ὁ ἰησοῦς καὶ ἁψάμενος αὐτῶν εἶπεν, ἐγέρθητε καὶ μὴ φοβεῖσθε. (São Mateus 17, 7)
καὶ καταβαινόντων αὐτῶν ἐκ τοῦ ὄρους ἐνετείλατο αὐτοῖς ὁ ἰησοῦς λέγων, μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὖ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἐγερθῇ. (São Mateus 17, 9)
καὶ ἐπηρώτησαν αὐτὸν οἱ μαθηταὶ λέγοντες, τί οὗν οἱ γραμματεῖς λέγουσιν ὅτι ἠλίαν δεῖ ἐλθεῖν πρῶτον; (São Mateus 17, 10)
ὁ δὲ ἀποκριθεὶς εἶπεν, ἠλίας μὲν ἔρχεται καὶ ἀποκαταστήσει πάντα· (São Mateus 17, 11)
λέγω δὲ ὑμῖν ὅτι ἠλίας ἤδη ἦλθεν, καὶ οὐκ ἐπέγνωσαν αὐτὸν ἀλλὰ ἐποίησαν ἐν αὐτῶ ὅσα ἠθέλησαν· οὕτως καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπ᾽ αὐτῶν. (São Mateus 17, 12)
καὶ ἐλθόντων πρὸς τὸν ὄχλον προσῆλθεν αὐτῶ ἄνθρωπος γονυπετῶν αὐτὸν (São Mateus 17, 14)
καὶ λέγων, κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς πάσχει· πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ καὶ πολλάκις εἰς τὸ ὕδωρ. (São Mateus 17, 15)
καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι. (São Mateus 17, 16)
ἀποκριθεὶς δὲ ὁ ἰησοῦς εἶπεν, ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε μεθ᾽ ὑμῶν ἔσομαι; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετέ μοι αὐτὸν ὧδε. (São Mateus 17, 17)
καὶ ἐπετίμησεν αὐτῶ ὁ ἰησοῦς, καὶ ἐξῆλθεν ἀπ᾽ αὐτοῦ τὸ δαιμόνιον· καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης. (São Mateus 17, 18)