Talált 27855 Eredmények: Καὶ
καὶ ἐὰν γένηται εὑρεῖν αὐτό, ἀμὴν λέγω ὑμῖν ὅτι χαίρει ἐπ᾽ αὐτῶ μᾶλλον ἢ ἐπὶ τοῖς ἐνενήκοντα ἐννέα τοῖς μὴ πεπλανημένοις. (São Mateus 18, 13)
ἐὰν δὲ ἁμαρτήσῃ [εἰς σὲ] ὁ ἀδελφός σου, ὕπαγε ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου· (São Mateus 18, 15)
ἐὰν δὲ παρακούσῃ αὐτῶν, εἰπὲ τῇ ἐκκλησίᾳ· ἐὰν δὲ καὶ τῆς ἐκκλησίας παρακούσῃ, ἔστω σοι ὥσπερ ὁ ἐθνικὸς καὶ ὁ τελώνης. (São Mateus 18, 17)
ἀμὴν λέγω ὑμῖν, ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς ἔσται δεδεμένα ἐν οὐρανῶ καὶ ὅσα ἐὰν λύσητε ἐπὶ τῆς γῆς ἔσται λελυμένα ἐν οὐρανῶ. (São Mateus 18, 18)
τότε προσελθὼν ὁ πέτρος εἶπεν αὐτῶ, κύριε, ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου καὶ ἀφήσω αὐτῶ; ἕως ἑπτάκις; (São Mateus 18, 21)
μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι ἐκέλευσεν αὐτὸν ὁ κύριος πραθῆναι καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ πάντα ὅσα ἔχει, καὶ ἀποδοθῆναι. (São Mateus 18, 25)
πεσὼν οὗν ὁ δοῦλος προσεκύνει αὐτῶ λέγων, μακροθύμησον ἐπ᾽ ἐμοί, καὶ πάντα ἀποδώσω σοι. (São Mateus 18, 26)
σπλαγχνισθεὶς δὲ ὁ κύριος τοῦ δούλου ἐκείνου ἀπέλυσεν αὐτόν, καὶ τὸ δάνειον ἀφῆκεν αὐτῶ. (São Mateus 18, 27)
ἐξελθὼν δὲ ὁ δοῦλος ἐκεῖνος εὖρεν ἕνα τῶν συνδούλων αὐτοῦ ὃς ὤφειλεν αὐτῶ ἑκατὸν δηνάρια, καὶ κρατήσας αὐτὸν ἔπνιγεν λέγων, ἀπόδος εἴ τι ὀφείλεις. (São Mateus 18, 28)
πεσὼν οὗν ὁ σύνδουλος αὐτοῦ παρεκάλει αὐτὸν λέγων, μακροθύμησον ἐπ᾽ ἐμοί, καὶ ἀποδώσω σοι. (São Mateus 18, 29)
ἰδόντες οὗν οἱ σύνδουλοι αὐτοῦ τὰ γενόμενα ἐλυπήθησαν σφόδρα, καὶ ἐλθόντες διεσάφησαν τῶ κυρίῳ ἑαυτῶν πάντα τὰ γενόμενα. (São Mateus 18, 31)
οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς κἀγὼ σὲ ἠλέησα; (São Mateus 18, 33)