Mosaico decorativo

Gefunden 35140 Ergebnisse für: Ὁ

  • δεδώκει δὲ ὁ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς λέγων, ὃν ἂν φιλήσω αὐτός ἐστιν· κρατήσατε αὐτὸν καὶ ἀπάγετε ἀσφαλῶς. (São Marcos 14, 44)

  • καὶ ἐλθὼν εὐθὺς προσελθὼν αὐτῶ λέγει, ῥαββί, καὶ κατεφίλησεν αὐτόν. (São Marcos 14, 45)

  • οἱ δὲ ἐπέβαλον τὰς χεῖρας αὐτῶ καὶ ἐκράτησαν αὐτόν. (São Marcos 14, 46)

  • εἷς δέ [τις] τῶν παρεστηκότων σπασάμενος τὴν μάχαιραν ἔπαισεν τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ ἀφεῖλεν αὐτοῦ τὸ ὠτάριον. (São Marcos 14, 47)

  • καὶ ἀποκριθεὶς ὁ ἰησοῦς εἶπεν αὐτοῖς, ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; (São Marcos 14, 48)

  • καθ᾽ ἡμέραν ἤμην πρὸς ὑμᾶς ἐν τῶ ἱερῶ διδάσκων καὶ οὐκ ἐκρατήσατέ με· ἀλλ᾽ ἵνα πληρωθῶσιν αἱ γραφαί. (São Marcos 14, 49)

  • καὶ ἀφέντες αὐτὸν ἔφυγον πάντες. (São Marcos 14, 50)

  • καὶ νεανίσκος τις συνηκολούθει αὐτῶ περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ, καὶ κρατοῦσιν αὐτόν· (São Marcos 14, 51)

  • ὁ δὲ καταλιπὼν τὴν σινδόνα γυμνὸς ἔφυγεν. (São Marcos 14, 52)

  • καὶ ἀπήγαγον τὸν ἰησοῦν πρὸς τὸν ἀρχιερέα, καὶ συνέρχονται πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς. (São Marcos 14, 53)

  • καὶ ὁ πέτρος ἀπὸ μακρόθεν ἠκολούθησεν αὐτῶ ἕως ἔσω εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως, καὶ ἦν συγκαθήμενος μετὰ τῶν ὑπηρετῶν καὶ θερμαινόμενος πρὸς τὸ φῶς. (São Marcos 14, 54)

  • οἱ δὲ ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον ἐζήτουν κατὰ τοῦ ἰησοῦ μαρτυρίαν εἰς τὸ θανατῶσαι αὐτόν, καὶ οὐχ ηὕρισκον· (São Marcos 14, 55)


"Na igreja se fala somente com Deus." São Padre Pio de Pietrelcina