Gefunden 27855 Ergebnisse für: Καὶ
ὁ ποιῶν πονηρά εἰς αὐτὸν κυλισθήσεται καὶ οὐ μὴ ἐπιγνῷ πόθεν ἥκει αὐτῷ (Eclesiástico 27, 27)
ἐμπαιγμὸς καὶ ὀνειδισμὸς ὑπερηφάνῳ καὶ ἡ ἐκδίκησις ὡς λέων ἐνεδρεύσει αὐτόν (Eclesiástico 27, 28)
παγίδι ἁλώσονται οἱ εὐφραινόμενοι πτώσει εὐσεβῶν καὶ ὀδύνη καταναλώσει αὐτοὺς πρὸ τοῦ θανάτου αὐτῶν (Eclesiástico 27, 29)
μῆνις καὶ ὀργή καὶ ταῦτά ἐστιν βδελύγματα καὶ ἀνὴρ ἁμαρτωλὸς ἐγκρατὴς ἔσται αὐτῶν (Eclesiástico 27, 30)
ὁ ἐκδικῶν παρὰ κυρίου εὑρήσει ἐκδίκησιν καὶ τὰς ἁμαρτίας αὐτοῦ διατηρῶν διατηρήσει (Eclesiástico 28, 1)
ἄφες ἀδίκημα τῷ πλησίον σου καὶ τότε δεηθέντος σου αἱ ἁμαρτίαι σου λυθήσονται (Eclesiástico 28, 2)
ἄνθρωπος ἀνθρώπῳ συντηρεῖ ὀργήν καὶ παρὰ κυρίου ζητεῖ ἴασιν (Eclesiástico 28, 3)
ἐπ’ ἄνθρωπον ὅμοιον αὐτῷ οὐκ ἔχει ἔλεος καὶ περὶ τῶν ἁμαρτιῶν αὐτοῦ δεῖται (Eclesiástico 28, 4)
μνήσθητι τὰ ἔσχατα καὶ παῦσαι ἐχθραίνων καταφθορὰν καὶ θάνατον καὶ ἔμμενε ἐντολαῖς (Eclesiástico 28, 6)
μνήσθητι ἐντολῶν καὶ μὴ μηνίσῃς τῷ πλησίον καὶ διαθήκην ὑψίστου καὶ πάριδε ἄγνοιαν (Eclesiástico 28, 7)
ἀπόσχου ἀπὸ μάχης καὶ ἐλαττώσεις ἁμαρτίας ἄνθρωπος γὰρ θυμώδης ἐκκαύσει μάχην (Eclesiástico 28, 8)
καὶ ἀνὴρ ἁμαρτωλὸς ταράξει φίλους καὶ ἀνὰ μέσον εἰρηνευόντων ἐμβαλεῖ διαβολήν (Eclesiástico 28, 9)