Mosaico decorativo

Found 27855 Results for: Καὶ

  • ὁ ποιῶν πονηρά εἰς αὐτὸν κυλισθήσεται καὶ οὐ μὴ ἐπιγνῷ πόθεν ἥκει αὐτῷ (Eclesiástico 27, 27)

  • ἐμπαιγμὸς καὶ ὀνειδισμὸς ὑπερηφάνῳ καὶ ἡ ἐκδίκησις ὡς λέων ἐνεδρεύσει αὐτόν (Eclesiástico 27, 28)

  • παγίδι ἁλώσονται οἱ εὐφραινόμενοι πτώσει εὐσεβῶν καὶ ὀδύνη καταναλώσει αὐτοὺς πρὸ τοῦ θανάτου αὐτῶν (Eclesiástico 27, 29)

  • μῆνις καὶ ὀργή καὶ ταῦτά ἐστιν βδελύγματα καὶ ἀνὴρ ἁμαρτωλὸς ἐγκρατὴς ἔσται αὐτῶν (Eclesiástico 27, 30)

  • ὁ ἐκδικῶν παρὰ κυρίου εὑρήσει ἐκδίκησιν καὶ τὰς ἁμαρτίας αὐτοῦ διατηρῶν διατηρήσει (Eclesiástico 28, 1)

  • ἄφες ἀδίκημα τῷ πλησίον σου καὶ τότε δεηθέντος σου αἱ ἁμαρτίαι σου λυθήσονται (Eclesiástico 28, 2)

  • ἄνθρωπος ἀνθρώπῳ συντηρεῖ ὀργήν καὶ παρὰ κυρίου ζητεῖ ἴασιν (Eclesiástico 28, 3)

  • ἐπ’ ἄνθρωπον ὅμοιον αὐτῷ οὐκ ἔχει ἔλεος καὶ περὶ τῶν ἁμαρτιῶν αὐτοῦ δεῖται (Eclesiástico 28, 4)

  • μνήσθητι τὰ ἔσχατα καὶ παῦσαι ἐχθραίνων καταφθορὰν καὶ θάνατον καὶ ἔμμενε ἐντολαῖς (Eclesiástico 28, 6)

  • μνήσθητι ἐντολῶν καὶ μὴ μηνίσῃς τῷ πλησίον καὶ διαθήκην ὑψίστου καὶ πάριδε ἄγνοιαν (Eclesiástico 28, 7)

  • ἀπόσχου ἀπὸ μάχης καὶ ἐλαττώσεις ἁμαρτίας ἄνθρωπος γὰρ θυμώδης ἐκκαύσει μάχην (Eclesiástico 28, 8)

  • καὶ ἀνὴρ ἁμαρτωλὸς ταράξει φίλους καὶ ἀνὰ μέσον εἰρηνευόντων ἐμβαλεῖ διαβολήν (Eclesiástico 28, 9)


"O Anjo de Deus não nos abandona jamais." São Padre Pio de Pietrelcina