Mosaico decorativo

Gefunden 27855 Ergebnisse für: Καὶ

  • κατὰ τὴν ὕλην τοῦ πυρὸς οὕτως ἐκκαυθήσεται καὶ κατὰ τὴν στερέωσιν τῆς μάχης ἐκκαυθήσεται κατὰ τὴν ἰσχὺν τοῦ ἀνθρώπου ὁ θυμὸς αὐτοῦ ἔσται καὶ κατὰ τὸν πλοῦτον ἀνυψώσει ὀργὴν αὐτοῦ (Eclesiástico 28, 10)

  • ἔρις κατασπευδομένη ἐκκαίει πῦρ καὶ μάχη κατασπεύδουσα ἐκχέει αἷμα (Eclesiástico 28, 11)

  • ἐὰν φυσήσῃς εἰς σπινθῆρα ἐκκαήσεται καὶ ἐὰν πτύσῃς ἐπ’ αὐτόν σβεσθήσεται καὶ ἀμφότερα ἐκ τοῦ στόματός σου ἐκπορεύεται (Eclesiástico 28, 12)

  • ψίθυρον καὶ δίγλωσσον καταράσασθε πολλοὺς γὰρ εἰρηνεύοντας ἀπώλεσεν (Eclesiástico 28, 13)

  • γλῶσσα τρίτη πολλοὺς ἐσάλευσεν καὶ διέστησεν αὐτοὺς ἀπὸ ἔθνους εἰς ἔθνος καὶ πόλεις ὀχυρὰς καθεῖλεν καὶ οἰκίας μεγιστάνων κατέστρεψεν (Eclesiástico 28, 14)

  • γλῶσσα τρίτη γυναῖκας ἀνδρείας ἐξέβαλεν καὶ ἐστέρεσεν αὐτὰς τῶν πόνων αὐτῶν (Eclesiástico 28, 15)

  • πολλοὶ ἔπεσαν ἐν στόματι μαχαίρας καὶ οὐχ ὡς οἱ πεπτωκότες διὰ γλῶσσαν (Eclesiástico 28, 18)

  • μακάριος ὁ σκεπασθεὶς ἀπ’ αὐτῆς ὃς οὐ διῆλθεν ἐν τῷ θυμῷ αὐτῆς ὃς οὐχ εἵλκυσεν τὸν ζυγὸν αὐτῆς καὶ ἐν τοῖς δεσμοῖς αὐτῆς οὐκ ἐδέθη (Eclesiástico 28, 19)

  • ὁ γὰρ ζυγὸς αὐτῆς ζυγὸς σιδηροῦς καὶ οἱ δεσμοὶ αὐτῆς δεσμοὶ χάλκειοι (Eclesiástico 28, 20)

  • θάνατος πονηρὸς ὁ θάνατος αὐτῆς καὶ λυσιτελὴς μᾶλλον ὁ ᾅδης αὐτῆς (Eclesiástico 28, 21)

  • οὐ μὴ κρατήσῃ εὐσεβῶν καὶ ἐν τῇ φλογὶ αὐτῆς οὐ καήσονται (Eclesiástico 28, 22)

  • οἱ καταλείποντες κύριον ἐμπεσοῦνται εἰς αὐτήν καὶ ἐν αὐτοῖς ἐκκαήσεται καὶ οὐ μὴ σβεσθῇ ἐπαποσταλήσεται αὐτοῖς ὡς λέων καὶ ὡς πάρδαλις λυμανεῖται αὐτούς (Eclesiástico 28, 23)


"Mesmo a menor transgressão às leis de Deus será levada em conta." São Padre Pio de Pietrelcina