Mosaico decorativo

1. καὶ ἀνέστη μετὰ Αβιμελεχ τοῦ σῶσαι τὸν Ισραηλ Θωλα υἱὸς Φουα υἱὸς πατραδέλφου αὐτοῦ ἀνὴρ Ισσαχαρ καὶ αὐτὸς ᾤκει ἐν Σαμιρ ἐν ὄρει Εφραιμ

1. Después de Abimélek surgió para salvar a Israel Tolá, hijo de Puá, hijo de Dodó. Era de Isacar y habitaba en Samir, en la montaña de Efraím.

2. καὶ ἔκρινεν τὸν Ισραηλ εἴκοσι τρία ἔτη καὶ ἀπέθανεν καὶ ἐτάφη ἐν Σαμιρ

2. Fue juez de Israel veintitrés años; murió y fue sepultado en Samir.

3. καὶ ἀνέστη μετ’ αὐτὸν Ιαϊρ ὁ Γαλααδ καὶ ἔκρινεν τὸν Ισραηλ εἴκοσι δύο ἔτη

3. Tra él surgió Yaír, de Galaad, que fue juez de Israel veintidós años.

4. καὶ ἦσαν αὐτῷ τριάκοντα καὶ δύο υἱοὶ ἐπιβαίνοντες ἐπὶ τριάκοντα δύο πώλους καὶ τριάκοντα δύο πόλεις αὐτοῖς καὶ ἐκάλουν αὐτὰς ἐπαύλεις Ιαϊρ ἕως τῆς ἡμέρας ταύτης ἐν γῇ Γαλααδ

4. Tenía treinta hijos que montaban treinta pollinos y tenían treinta ciudades, que se llaman todavía hoy los Aduares de Yaír, en el país de Galaad.

5. καὶ ἀπέθανεν Ιαϊρ καὶ ἐτάφη ἐν Ραμνων

5. Murió Yaír, y fue sepultado en Camón.

6. καὶ προσέθεντο οἱ υἱοὶ Ισραηλ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἐδούλευσαν τοῖς Βααλιμ καὶ ταῖς Ασταρωθ καὶ τοῖς θεοῖς Αραδ καὶ τοῖς θεοῖς Σιδῶνος καὶ τοῖς θεοῖς Μωαβ καὶ τοῖς θεοῖς υἱῶν Αμμων καὶ τοῖς θεοῖς Φυλιστιιμ καὶ ἐγκατέλιπον τὸν κύριον καὶ οὐκ ἐδούλευσαν αὐτῷ

6. Los israelitas volvieron a hacer lo que desagradaba a Yahveh. Sirvieron a los Baales y a las Astartés, a los dioses de Aram y Sidón, a los dioses de Moab, a los de los ammonitas y de los filisteos. Abandonaron a Yahveh y ya no le servían.

7. καὶ ὠργίσθη θυμῷ κύριος ἐν Ισραηλ καὶ ἀπέδοτο αὐτοὺς ἐν χειρὶ Φυλιστιιμ καὶ ἐν χειρὶ υἱῶν Αμμων

7. Entonces se encendió la cólera de Yahveh contra Israel y los entregó en manos de los filisteos y en manos de los ammonitas.

8. καὶ ἔθλιψαν καὶ ἔθλασαν τοὺς υἱοὺς Ισραηλ ἐν τῷ καιρῷ ἐκείνῳ δέκα ὀκτὼ ἔτη τοὺς πάντας υἱοὺς Ισραηλ τοὺς ἐν τῷ πέραν τοῦ Ιορδάνου ἐν γῇ τοῦ Αμορρι τοῦ ἐν Γαλααδ

8. Estos molestaron y oprimieron a los israelitas desde aquel año durante dieciocho años, a todos los israelitas que vivían en Transjordania, en el país amorreo de Galaad.

9. καὶ διέβησαν οἱ υἱοὶ Αμμων τὸν Ιορδάνην παρατάξασθαι πρὸς Ιουδαν καὶ Βενιαμιν καὶ πρὸς Εφραιμ καὶ ἐθλίβη Ισραηλ σφόδρα

9. Los ammonitas pasaron el Jordán para atacar también a Judá, a Benjamín y a la casa de Efraím, e Israel pasó por grave aprieto.

10. καὶ ἐβόησαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον λέγοντες ἡμάρτομέν σοι ὅτι ἐγκατελίπομεν τὸν θεὸν καὶ ἐδουλεύσαμεν τῷ Βααλιμ

10. Los israelitas clamaron a Yahveh diciendo: «Hemos pecado contra tí, porque hemos abandonado a Yahveh nuestro Dios para servir a los Baales.»

11. καὶ εἶπεν κύριος πρὸς τοὺς υἱοὺς Ισραηλ μὴ οὐχὶ ἐξ Αἰγύπτου καὶ ἀπὸ τοῦ Αμορραίου καὶ ἀπὸ υἱῶν Αμμων καὶ ἀπὸ Φυλιστιιμ

11. Y Yahveh dijo a los israelitas: «Cuando los egipcios, los amorreos, los ammonitas, los filisteos,

12. καὶ Σιδωνίων καὶ Αμαληκ καὶ Μαδιαμ οἳ ἔθλιψαν ὑμᾶς καὶ ἐβοήσατε πρός με καὶ ἔσωσα ὑμᾶς ἐκ χειρὸς αὐτῶν

12. los sidonios, Amalec y Madián os oprimían y clamasteis a mí ¿no os salvé de sus manos?

13. καὶ ὑμεῖς ἐγκατελίπετέ με καὶ ἐδουλεύσατε θεοῖς ἑτέροις διὰ τοῦτο οὐ προσθήσω τοῦ σῶσαι ὑμᾶς

13. Pero vosotros me habéis abandonado y habéis servido a otros dioses. Por eso no he de salvaros otra vez.

14. πορεύεσθε καὶ βοήσατε πρὸς τοὺς θεούς οὓς ἐξελέξασθε ἑαυτοῖς καὶ αὐτοὶ σωσάτωσαν ὑμᾶς ἐν καιρῷ θλίψεως ὑμῶν

14. Id y gritad a los dioses que habéis elegido: que os salven ellos en el tiempo de vuestra angustia».

15. καὶ εἶπαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον ἡμάρτομεν ποίησον σὺ ἡμῖν κατὰ πᾶν τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου πλὴν ἐξελοῦ ἡμᾶς ἐν τῇ ἡμέρᾳ ταύτῃ

15. Los israelitas respondieron a Yahveh: «Hemos pecado, haz con nosotros todo lo que te plazca; pero, por favor, sálvanos hoy.»

16. καὶ ἐξέκλιναν τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου αὐτῶν καὶ ἐδούλευσαν τῷ κυρίῳ μόνῳ καὶ ὠλιγώθη ἡ ψυχὴ αὐτοῦ ἐν κόπῳ Ισραηλ

16. Y retiraron de en medio de ellos a los dioses extranjeros y sirvieron a Yahveh. Y Yahveh no pudo soportar el sufrimiento de Israel.

17. καὶ ἀνέβησαν οἱ υἱοὶ Αμμων καὶ παρενέβαλον ἐν Γαλααδ καὶ συνήχθησαν οἱ υἱοὶ Ισραηλ καὶ παρενέβαλον ἐν τῇ σκοπιᾷ

17. Los ammonitas se concentraron y vinieron a acampar en Galaad. Los israelitas se reunieron y acamparon en Mispá.

18. καὶ εἶπον ὁ λαὸς οἱ ἄρχοντες Γαλααδ ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ τίς ὁ ἀνήρ ὅστις ἂν ἄρξηται παρατάξασθαι πρὸς υἱοὺς Αμμων καὶ ἔσται εἰς ἄρχοντα πᾶσιν τοῖς κατοικοῦσιν Γαλααδ

18. Entonces el pueblo, los jefes de Galaad, se dijeron unos a otros: «¿Quién será el hombre que emprenda el ataque contra los hijos de Ammón? El estará al frente de todos los habitantes de Galaad.»



Przeczytaj Biblię w rok

Dołącz do naszej społeczności i przeczytaj całą Biblię w 365 dni. Ustrukturyzowana i inspirująca ścieżka pogłębiająca Twoją wiarę i wiedzę o Piśmie Świętym.