Znaleziono 30963 Wyniki dla: ᾯ
πάντες οὗτοι συνεφώνησαν ἐπὶ τὴν φάραγγα τὴν ἁλυκήν αὕτη ἡ θάλασσα τῶν ἁλῶν (Gênesis 14, 3)
δώδεκα ἔτη ἐδούλευον τῷ Χοδολλογομορ τῷ δὲ τρισκαιδεκάτῳ ἔτει ἀπέστησαν (Gênesis 14, 4)
ἐν δὲ τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει ἦλθεν Χοδολλογομορ καὶ οἱ βασιλεῖς οἱ μετ’ αὐτοῦ καὶ κατέκοψαν τοὺς γίγαντας τοὺς ἐν Ασταρωθ Καρναιν καὶ ἔθνη ἰσχυρὰ ἅμα αὐτοῖς καὶ τοὺς Ομμαίους τοὺς ἐν Σαυη τῇ πόλει (Gênesis 14, 5)
καὶ τοὺς Χορραίους τοὺς ἐν τοῖς ὄρεσιν Σηιρ ἕως τῆς τερεμίνθου τῆς Φαραν ἥ ἐστιν ἐν τῇ ἐρήμῳ (Gênesis 14, 6)
καὶ ἀναστρέψαντες ἤλθοσαν ἐπὶ τὴν πηγὴν τῆς κρίσεως αὕτη ἐστὶν Καδης καὶ κατέκοψαν πάντας τοὺς ἄρχοντας Αμαληκ καὶ τοὺς Αμορραίους τοὺς κατοικοῦντας ἐν Ασασανθαμαρ (Gênesis 14, 7)
ἐξῆλθεν δὲ βασιλεὺς Σοδομων καὶ βασιλεὺς Γομορρας καὶ βασιλεὺς Αδαμα καὶ βασιλεὺς Σεβωιμ καὶ βασιλεὺς Βαλακ αὕτη ἐστὶν Σηγωρ καὶ παρετάξαντο αὐτοῖς εἰς πόλεμον ἐν τῇ κοιλάδι τῇ ἁλυκῇ (Gênesis 14, 8)
πρὸς Χοδολλογομορ βασιλέα Αιλαμ καὶ Θαργαλ βασιλέα ἐθνῶν καὶ Αμαρφαλ βασιλέα Σεννααρ καὶ Αριωχ βασιλέα Ελλασαρ οἱ τέσσαρες βασιλεῖς πρὸς τοὺς πέντε (Gênesis 14, 9)
ἡ δὲ κοιλὰς ἡ ἁλυκὴ φρέατα φρέατα ἀσφάλτου ἔφυγεν δὲ βασιλεὺς Σοδομων καὶ βασιλεὺς Γομορρας καὶ ἐνέπεσαν ἐκεῖ οἱ δὲ καταλειφθέντες εἰς τὴν ὀρεινὴν ἔφυγον (Gênesis 14, 10)
ἔλαβον δὲ τὴν ἵππον πᾶσαν τὴν Σοδομων καὶ Γομορρας καὶ πάντα τὰ βρώματα αὐτῶν καὶ ἀπῆλθον (Gênesis 14, 11)
ἔλαβον δὲ καὶ τὸν Λωτ υἱὸν τοῦ ἀδελφοῦ Αβραμ καὶ τὴν ἀποσκευὴν αὐτοῦ καὶ ἀπῴχοντο ἦν γὰρ κατοικῶν ἐν Σοδομοις (Gênesis 14, 12)
παραγενόμενος δὲ τῶν ἀνασωθέντων τις ἀπήγγειλεν Αβραμ τῷ περάτῃ αὐτὸς δὲ κατῴκει πρὸς τῇ δρυὶ τῇ Μαμβρη ὁ Αμορις τοῦ ἀδελφοῦ Εσχωλ καὶ ἀδελφοῦ Αυναν οἳ ἦσαν συνωμόται τοῦ Αβραμ (Gênesis 14, 13)
ἀκούσας δὲ Αβραμ ὅτι ᾐχμαλώτευται Λωτ ὁ ἀδελφὸς αὐτοῦ ἠρίθμησεν τοὺς ἰδίους οἰκογενεῖς αὐτοῦ τριακοσίους δέκα καὶ ὀκτώ καὶ κατεδίωξεν ὀπίσω αὐτῶν ἕως Δαν (Gênesis 14, 14)
