Mosaico decorativo

Znaleziono 30963 Wyniki dla: ᾯ

  • καὶ ὁ στίχος ὁ τέταρτος χρυσόλιθος καὶ βηρύλλιον καὶ ὀνύχιον περικεκαλυμμένα χρυσίῳ συνδεδεμένα ἐν χρυσίῳ ἔστωσαν κατὰ στίχον αὐτῶν (Êxodo 28, 20)

  • καὶ οἱ λίθοι ἔστωσαν ἐκ τῶν ὀνομάτων τῶν υἱῶν Ισραηλ δέκα δύο κατὰ τὰ ὀνόματα αὐτῶν γλυφαὶ σφραγίδων ἕκαστος κατὰ τὸ ὄνομα ἔστωσαν εἰς δέκα δύο φυλάς (Êxodo 28, 21)

  • καὶ ποιήσεις ἐπὶ τὸ λογεῖον κροσσοὺς συμπεπλεγμένους ἔργον ἁλυσιδωτὸν ἐκ χρυσίου καθαροῦ (Êxodo 28, 22)

  • καὶ λήμψεται Ααρων τὰ ὀνόματα τῶν υἱῶν Ισραηλ ἐπὶ τοῦ λογείου τῆς κρίσεως ἐπὶ τοῦ στήθους εἰσιόντι εἰς τὸ ἅγιον μνημόσυνον ἔναντι τοῦ θεοῦ (29a) καὶ θήσεις ἐπὶ τὸ λογεῖον τῆς κρίσεως τοὺς κροσσούς τὰ ἁλυσιδωτὰ ἐπ’ ἀμφοτέρων τῶν κλιτῶν τοῦ λογείου ἐπιθήσεις καὶ τὰς δύο ἀσπιδίσκας ἐπιθήσεις ἐπ’ ἀμφοτέρους τοὺς ὤμους τῆς ἐπωμίδος κατὰ πρόσωπον (Êxodo 28, 29)

  • καὶ ἐπιθήσεις ἐπὶ τὸ λογεῖον τῆς κρίσεως τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν καὶ ἔσται ἐπὶ τοῦ στήθους Ααρων ὅταν εἰσπορεύηται εἰς τὸ ἅγιον ἐναντίον κυρίου καὶ οἴσει Ααρων τὰς κρίσεις τῶν υἱῶν Ισραηλ ἐπὶ τοῦ στήθους ἐναντίον κυρίου διὰ παντός (Êxodo 28, 30)

  • καὶ ἔσται τὸ περιστόμιον ἐξ αὐτοῦ μέσον ᾤαν ἔχον κύκλῳ τοῦ περιστομίου ἔργον ὑφάντου τὴν συμβολὴν συνυφασμένην ἐξ αὐτοῦ ἵνα μὴ ῥαγῇ (Êxodo 28, 32)

  • καὶ ποιήσεις ἐπὶ τὸ λῶμα τοῦ ὑποδύτου κάτωθεν ὡσεὶ ἐξανθούσης ῥόας ῥοίσκους ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου διανενησμένου καὶ βύσσου κεκλωσμένης ἐπὶ τοῦ λώματος τοῦ ὑποδύτου κύκλῳ τὸ αὐτὸ δὲ εἶδος ῥοίσκους χρυσοῦς καὶ κώδωνας ἀνὰ μέσον τούτων περικύκλῳ (Êxodo 28, 33)

  • παρὰ ῥοίσκον χρυσοῦν κώδωνα καὶ ἄνθινον ἐπὶ τοῦ λώματος τοῦ ὑποδύτου κύκλῳ (Êxodo 28, 34)

  • καὶ ἔσται Ααρων ἐν τῷ λειτουργεῖν ἀκουστὴ ἡ φωνὴ αὐτοῦ εἰσιόντι εἰς τὸ ἅγιον ἐναντίον κυρίου καὶ ἐξιόντι ἵνα μὴ ἀποθάνῃ (Êxodo 28, 35)

  • καὶ ποιήσεις πέταλον χρυσοῦν καθαρὸν καὶ ἐκτυπώσεις ἐν αὐτῷ ἐκτύπωμα σφραγῖδος ἁγίασμα κυρίου (Êxodo 28, 36)

  • καὶ ἐπιθήσεις αὐτὸ ἐπὶ ὑακίνθου κεκλωσμένης καὶ ἔσται ἐπὶ τῆς μίτρας κατὰ πρόσωπον τῆς μίτρας ἔσται (Êxodo 28, 37)

  • καὶ ἔσται ἐπὶ τοῦ μετώπου Ααρων καὶ ἐξαρεῖ Ααρων τὰ ἁμαρτήματα τῶν ἁγίων ὅσα ἂν ἁγιάσωσιν οἱ υἱοὶ Ισραηλ παντὸς δόματος τῶν ἁγίων αὐτῶν καὶ ἔσται ἐπὶ τοῦ μετώπου Ααρων διὰ παντός δεκτὸν αὐτοῖς ἔναντι κυρίου (Êxodo 28, 38)


"Que Jesus reine sempre soberano no seu coração." São Padre Pio de Pietrelcina