Znaleziono 30963 Wyniki dla: ᾯ
καὶ τῶν ἐπιλέκτων τοῦ Ισραηλ οὐ διεφώνησεν οὐδὲ εἷς καὶ ὤφθησαν ἐν τῷ τόπῳ τοῦ θεοῦ καὶ ἔφαγον καὶ ἔπιον (Êxodo 24, 11)
καὶ εἶπεν κύριος πρὸς Μωυσῆν ἀνάβηθι πρός με εἰς τὸ ὄρος καὶ ἴσθι ἐκεῖ καὶ δώσω σοι τὰ πυξία τὰ λίθινα τὸν νόμον καὶ τὰς ἐντολάς ἃς ἔγραψα νομοθετῆσαι αὐτοῖς (Êxodo 24, 12)
καὶ ἀναστὰς Μωυσῆς καὶ Ἰησοῦς ὁ παρεστηκὼς αὐτῷ ἀνέβησαν εἰς τὸ ὄρος τοῦ θεοῦ (Êxodo 24, 13)
καὶ τοῖς πρεσβυτέροις εἶπαν ἡσυχάζετε αὐτοῦ ἕως ἀναστρέψωμεν πρὸς ὑμᾶς καὶ ἰδοὺ Ααρων καὶ Ωρ μεθ’ ὑμῶν ἐάν τινι συμβῇ κρίσις προσπορευέσθωσαν αὐτοῖς (Êxodo 24, 14)
καὶ ἀνέβη Μωυσῆς καὶ Ἰησοῦς εἰς τὸ ὄρος καὶ ἐκάλυψεν ἡ νεφέλη τὸ ὄρος (Êxodo 24, 15)
καὶ κατέβη ἡ δόξα τοῦ θεοῦ ἐπὶ τὸ ὄρος τὸ Σινα καὶ ἐκάλυψεν αὐτὸ ἡ νεφέλη ἓξ ἡμέρας καὶ ἐκάλεσεν κύριος τὸν Μωυσῆν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἐκ μέσου τῆς νεφέλης (Êxodo 24, 16)
τὸ δὲ εἶδος τῆς δόξης κυρίου ὡσεὶ πῦρ φλέγον ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους ἐναντίον τῶν υἱῶν Ισραηλ (Êxodo 24, 17)
καὶ εἰσῆλθεν Μωυσῆς εἰς τὸ μέσον τῆς νεφέλης καὶ ἀνέβη εἰς τὸ ὄρος καὶ ἦν ἐκεῖ ἐν τῷ ὄρει τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας (Êxodo 24, 18)
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων (Êxodo 25, 1)
εἰπὸν τοῖς υἱοῖς Ισραηλ καὶ λάβετέ μοι ἀπαρχὰς παρὰ πάντων οἷς ἂν δόξῃ τῇ καρδίᾳ καὶ λήμψεσθε τὰς ἀπαρχάς μου (Êxodo 25, 2)
καὶ αὕτη ἐστὶν ἡ ἀπαρχή ἣν λήμψεσθε παρ’ αὐτῶν χρυσίον καὶ ἀργύριον καὶ χαλκὸν (Êxodo 25, 3)
καὶ ὑάκινθον καὶ πορφύραν καὶ κόκκινον διπλοῦν καὶ βύσσον κεκλωσμένην καὶ τρίχας αἰγείας (Êxodo 25, 4)