Znaleziono 11195 Wyniki dla: Ὡς
ἐξίχνευσον καὶ ζήτησον καὶ γνωσθήσεταί σοι καὶ ἐγκρατὴς γενόμενος μὴ ἀφῇς αὐτήν (Eclesiástico 6, 27)
κόσμος γὰρ χρύσεός ἐστιν ἐπ’ αὐτῆς καὶ οἱ δεσμοὶ αὐτῆς κλῶσμα ὑακίνθινον (Eclesiástico 6, 30)
ἐὰν θέλῃς τέκνον παιδευθήσῃ καὶ ἐὰν ἐπιδῷς τὴν ψυχήν σου πανοῦργος ἔσῃ (Eclesiástico 6, 32)
πᾶσαν διήγησιν θείαν θέλε ἀκροᾶσθαι καὶ παροιμίαι συνέσεως μὴ ἐκφευγέτωσάν σε (Eclesiástico 6, 35)
υἱέ μὴ σπεῖρε ἐπ’ αὔλακας ἀδικίας καὶ οὐ μὴ θερίσῃς αὐτὰ ἑπταπλασίως (Eclesiástico 7, 3)
μὴ ζήτει παρὰ κυρίου ἡγεμονίαν μηδὲ παρὰ βασιλέως καθέδραν δόξης (Eclesiástico 7, 4)
μὴ ἁμάρτανε εἰς πλῆθος πόλεως καὶ μὴ καταβάλῃς σεαυτὸν ἐν ὄχλῳ (Eclesiástico 7, 7)
ταπείνωσον σφόδρα τὴν ψυχήν σου ὅτι ἐκδίκησις ἀσεβοῦς πῦρ καὶ σκώληξ (Eclesiástico 7, 17)
ἔκδου θυγατέρα καὶ ἔσῃ τετελεκὼς ἔργον μέγα καὶ ἀνδρὶ συνετῷ δώρησαι αὐτήν (Eclesiástico 7, 25)
μνήσθητι ὅτι δι’ αὐτῶν ἐγεννήθης καὶ τί ἀνταποδώσεις αὐτοῖς καθὼς αὐτοὶ σοί (Eclesiástico 7, 28)
φοβοῦ τὸν κύριον καὶ δόξασον ἱερέα καὶ δὸς τὴν μερίδα αὐτῷ καθὼς ἐντέταλταί σοι ἀπαρχὴν καὶ περὶ πλημμελείας καὶ δόσιν βραχιόνων καὶ θυσίαν ἁγιασμοῦ καὶ ἀπαρχὴν ἁγίων (Eclesiástico 7, 31)
μὴ ὄκνει ἐπισκέπτεσθαι ἄρρωστον ἄνθρωπον ἐκ γὰρ τῶν τοιούτων ἀγαπηθήσῃ (Eclesiástico 7, 35)