Mosaico decorativo

Znaleziono 11195 Wyniki dla: Ὡς

  • τὸ δὲ ἔλεός μου οὐκ ἀποστήσω ἀπ’ αὐτοῦ καθὼς ἀπέστησα ἀφ’ ὧν ἀπέστησα ἐκ προσώπου μου (II Samuel 7, 15)

  • καὶ πιστωθήσεται ὁ οἶκος αὐτοῦ καὶ ἡ βασιλεία αὐτοῦ ἕως αἰῶνος ἐνώπιον ἐμοῦ καὶ ὁ θρόνος αὐτοῦ ἔσται ἀνωρθωμένος εἰς τὸν αἰῶνα (II Samuel 7, 16)

  • κατὰ πάντας τοὺς λόγους τούτους καὶ κατὰ πᾶσαν τὴν ὅρασιν ταύτην οὕτως ἐλάλησεν Ναθαν πρὸς Δαυιδ (II Samuel 7, 17)

  • καὶ εἰσῆλθεν ὁ βασιλεὺς Δαυιδ καὶ ἐκάθισεν ἐνώπιον κυρίου καὶ εἶπεν τίς εἰμι ἐγώ κύριέ μου κύριε καὶ τίς ὁ οἶκός μου ὅτι ἠγάπηκάς με ἕως τούτων (II Samuel 7, 18)

  • διὰ τὸν λόγον σου πεποίηκας καὶ κατὰ τὴν καρδίαν σου ἐποίησας πᾶσαν τὴν μεγαλωσύνην ταύτην γνωρίσαι τῷ δούλῳ σου (II Samuel 7, 21)

  • ἕνεκεν τοῦ μεγαλῦναί σε κύριέ μου κύριε ὅτι οὐκ ἔστιν ὡς σὺ καὶ οὐκ ἔστιν θεὸς πλὴν σοῦ ἐν πᾶσιν οἷς ἠκούσαμεν ἐν τοῖς ὠσὶν ἡμῶν (II Samuel 7, 22)

  • καὶ τίς ὡς ὁ λαός σου Ισραηλ ἔθνος ἄλλο ἐν τῇ γῇ ὡς ὡδήγησεν αὐτὸν ὁ θεὸς τοῦ λυτρώσασθαι αὐτῷ λαὸν τοῦ θέσθαι σε ὄνομα τοῦ ποιῆσαι μεγαλωσύνην καὶ ἐπιφάνειαν τοῦ ἐκβαλεῖν σε ἐκ προσώπου τοῦ λαοῦ σου οὗ ἐλυτρώσω σεαυτῷ ἐξ Αἰγύπτου ἔθνη καὶ σκηνώματα (II Samuel 7, 23)

  • καὶ ἡτοίμασας σεαυτῷ τὸν λαόν σου Ισραηλ λαὸν ἕως αἰῶνος καὶ σύ κύριε ἐγένου αὐτοῖς εἰς θεόν (II Samuel 7, 24)

  • καὶ νῦν κύριέ μου κύριε τὸ ῥῆμα ὃ ἐλάλησας περὶ τοῦ δούλου σου καὶ τοῦ οἴκου αὐτοῦ πίστωσον ἕως αἰῶνος κύριε παντοκράτωρ θεὲ τοῦ Ισραηλ καὶ νῦν καθὼς ἐλάλησας (II Samuel 7, 25)

  • μεγαλυνθείη τὸ ὄνομά σου ἕως αἰῶνος (II Samuel 7, 26)

  • καὶ ἐπάταξεν Δαυιδ τὴν Μωαβ καὶ διεμέτρησεν αὐτοὺς ἐν σχοινίοις κοιμίσας αὐτοὺς ἐπὶ τὴν γῆν καὶ ἐγένετο τὰ δύο σχοινίσματα τοῦ θανατῶσαι καὶ τὰ δύο σχοινίσματα ἐζώγρησεν καὶ ἐγένετο Μωαβ τῷ Δαυιδ εἰς δούλους φέροντας ξένια (II Samuel 8, 2)

  • καὶ ἔθετο Δαυιδ φρουρὰν ἐν Συρίᾳ τῇ κατὰ Δαμασκόν καὶ ἐγένετο ὁ Σύρος τῷ Δαυιδ εἰς δούλους φέροντας ξένια καὶ ἔσωσεν κύριος τὸν Δαυιδ ἐν πᾶσιν οἷς ἐπορεύετο (II Samuel 8, 6)


"O trabalho é tão sagrado como a oração". São Padre Pio de Pietrelcina