Znaleziono 35140 Wyniki dla: Ὁ
καὶ περιεζώσαντο σάκκους ἐπὶ τὰς ὀσφύας αὐτῶν καὶ ἔθεσαν σχοινία ἐπὶ τὰς κεφαλὰς αὐτῶν καὶ εἶπον τῷ βασιλεῖ Ισραηλ δοῦλός σου υἱὸς Αδερ λέγει ζησάτω δὴ ἡ ψυχή μου καὶ εἶπεν εἰ ἔτι ζῇ ἀδελφός μού ἐστιν (I Reis 21, 32)
καὶ οἱ ἄνδρες οἰωνίσαντο καὶ ἔσπευσαν καὶ ἀνέλεξαν τὸν λόγον ἐκ τοῦ στόματος αὐτοῦ καὶ εἶπον ἀδελφός σου υἱὸς Αδερ καὶ εἶπεν εἰσέλθατε καὶ λάβετε αὐτόν καὶ ἐξῆλθεν πρὸς αὐτὸν υἱὸς Αδερ καὶ ἀναβιβάζουσιν αὐτὸν πρὸς αὐτὸν ἐπὶ τὸ ἅρμα (I Reis 21, 33)
καὶ εἶπεν πρὸς αὐτόν τὰς πόλεις ἃς ἔλαβεν ὁ πατήρ μου παρὰ τοῦ πατρός σου ἀποδώσω σοι καὶ ἐξόδους θήσεις σαυτῷ ἐν Δαμασκῷ καθὼς ἔθετο ὁ πατήρ μου ἐν Σαμαρείᾳ καὶ ἐγὼ ἐν διαθήκῃ ἐξαποστελῶ σε καὶ διέθετο αὐτῷ διαθήκην καὶ ἐξαπέστειλεν αὐτόν (I Reis 21, 34)
καὶ ἄνθρωπος εἷς ἐκ τῶν υἱῶν τῶν προφητῶν εἶπεν πρὸς τὸν πλησίον αὐτοῦ ἐν λόγῳ κυρίου πάταξον δή με καὶ οὐκ ἠθέλησεν ὁ ἄνθρωπος πατάξαι αὐτόν (I Reis 21, 35)
καὶ εἶπεν πρὸς αὐτόν ἀνθ’ ὧν οὐκ ἤκουσας τῆς φωνῆς κυρίου ἰδοὺ σὺ ἀποτρέχεις ἀπ’ ἐμοῦ καὶ πατάξει σε λέων καὶ ἀπῆλθεν ἀπ’ αὐτοῦ καὶ εὑρίσκει αὐτὸν λέων καὶ ἐπάταξεν αὐτόν (I Reis 21, 36)
καὶ εὑρίσκει ἄνθρωπον ἄλλον καὶ εἶπεν πάταξόν με δή καὶ ἐπάταξεν αὐτὸν ὁ ἄνθρωπος πατάξας καὶ συνέτριψεν (I Reis 21, 37)
καὶ ἐπορεύθη ὁ προφήτης καὶ ἔστη τῷ βασιλεῖ Ισραηλ ἐπὶ τῆς ὁδοῦ καὶ κατεδήσατο τελαμῶνι τοὺς ὀφθαλμοὺς αὐτοῦ (I Reis 21, 38)
καὶ ἐγένετο ὡς ὁ βασιλεὺς παρεπορεύετο καὶ οὗτος ἐβόα πρὸς τὸν βασιλέα καὶ εἶπεν ὁ δοῦλός σου ἐξῆλθεν ἐπὶ τὴν στρατιὰν τοῦ πολέμου καὶ ἰδοὺ ἀνὴρ εἰσήγαγεν πρός με ἄνδρα καὶ εἶπεν πρός με φύλαξον τοῦτον τὸν ἄνδρα ἐὰν δὲ ἐκπηδῶν ἐκπηδήσῃ καὶ ἔσται ἡ ψυχή σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ ἢ τάλαντον ἀργυρίου στήσεις (I Reis 21, 39)
καὶ ἐγενήθη περιεβλέψατο ὁ δοῦλός σου ὧδε καὶ ὧδε καὶ οὗτος οὐκ ἦν καὶ εἶπεν πρὸς αὐτὸν ὁ βασιλεὺς Ισραηλ ἰδοὺ καὶ τὰ ἔνεδρα παρ’ ἐμοὶ ἐφόνευσας (I Reis 21, 40)
καὶ ἔσπευσεν καὶ ἀφεῖλεν τὸν τελαμῶνα ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ καὶ ἐπέγνω αὐτὸν ὁ βασιλεὺς Ισραηλ ὅτι ἐκ τῶν προφητῶν οὗτος (I Reis 21, 41)
καὶ εἶπεν πρὸς αὐτόν τάδε λέγει κύριος διότι ἐξήνεγκας σὺ ἄνδρα ὀλέθριον ἐκ χειρός σου καὶ ἔσται ἡ ψυχή σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ καὶ ὁ λαός σου ἀντὶ τοῦ λαοῦ αὐτοῦ (I Reis 21, 42)
καὶ ἀπῆλθεν ὁ βασιλεὺς Ισραηλ συγκεχυμένος καὶ ἐκλελυμένος καὶ ἔρχεται εἰς Σαμάρειαν (I Reis 21, 43)