Znaleziono 35140 Wyniki dla: Ὁ
καὶ ἐποίησεν Αχααβ τὸ πονηρὸν ἐνώπιον κυρίου ἐπονηρεύσατο ὑπὲρ πάντας τοὺς ἔμπροσθεν αὐτοῦ (I Reis 16, 30)
καὶ οὐκ ἦν αὐτῷ ἱκανὸν τοῦ πορεύεσθαι ἐν ταῖς ἁμαρτίαις Ιεροβοαμ υἱοῦ Ναβατ καὶ ἔλαβεν γυναῖκα τὴν Ιεζαβελ θυγατέρα Ιεθεβααλ βασιλέως Σιδωνίων καὶ ἐπορεύθη καὶ ἐδούλευσεν τῷ Βααλ καὶ προσεκύνησεν αὐτῷ (I Reis 16, 31)
καὶ ἔστησεν θυσιαστήριον τῷ Βααλ ἐν οἴκῳ τῶν προσοχθισμάτων αὐτοῦ ὃν ᾠκοδόμησεν ἐν Σαμαρείᾳ (I Reis 16, 32)
καὶ ἐποίησεν Αχααβ ἄλσος καὶ προσέθηκεν Αχααβ τοῦ ποιῆσαι παροργίσματα τοῦ παροργίσαι τὴν ψυχὴν αὐτοῦ τοῦ ἐξολεθρευθῆναι ἐκακοποίησεν ὑπὲρ πάντας τοὺς βασιλεῖς Ισραηλ τοὺς γενομένους ἔμπροσθεν αὐτοῦ (I Reis 16, 33)
ἐν ταῖς ἡμέραις αὐτοῦ ᾠκοδόμησεν Αχιηλ ὁ Βαιθηλίτης τὴν Ιεριχω ἐν τῷ Αβιρων τῷ πρωτοτόκῳ αὐτοῦ ἐθεμελίωσεν αὐτὴν καὶ τῷ Σεγουβ τῷ νεωτέρῳ αὐτοῦ ἐπέστησεν θύρας αὐτῆς κατὰ τὸ ῥῆμα κυρίου ὃ ἐλάλησεν ἐν χειρὶ Ιησου υἱοῦ Ναυη (I Reis 16, 34)
καὶ εἶπεν Ηλιου ὁ προφήτης ὁ Θεσβίτης ἐκ Θεσβων τῆς Γαλααδ πρὸς Αχααβ ζῇ κύριος ὁ θεὸς τῶν δυνάμεων ὁ θεὸς Ισραηλ ᾧ παρέστην ἐνώπιον αὐτοῦ εἰ ἔσται τὰ ἔτη ταῦτα δρόσος καὶ ὑετὸς ὅτι εἰ μὴ διὰ στόματος λόγου μου (I Reis 17, 1)
καὶ ἐγένετο ῥῆμα κυρίου πρὸς Ηλιου (I Reis 17, 2)
πορεύου ἐντεῦθεν κατὰ ἀνατολὰς καὶ κρύβηθι ἐν τῷ χειμάρρῳ Χορραθ τοῦ ἐπὶ προσώπου τοῦ Ιορδάνου (I Reis 17, 3)
καὶ ἔσται ἐκ τοῦ χειμάρρου πίεσαι ὕδωρ καὶ τοῖς κόραξιν ἐντελοῦμαι διατρέφειν σε ἐκεῖ (I Reis 17, 4)
καὶ ἐποίησεν Ηλιου κατὰ τὸ ῥῆμα κυρίου καὶ ἐκάθισεν ἐν τῷ χειμάρρῳ Χορραθ ἐπὶ προσώπου τοῦ Ιορδάνου (I Reis 17, 5)
καὶ οἱ κόρακες ἔφερον αὐτῷ ἄρτους τὸ πρωὶ καὶ κρέα τὸ δείλης καὶ ἐκ τοῦ χειμάρρου ἔπινεν ὕδωρ (I Reis 17, 6)
καὶ ἐγένετο μετὰ ἡμέρας καὶ ἐξηράνθη ὁ χειμάρρους ὅτι οὐκ ἐγένετο ὑετὸς ἐπὶ τῆς γῆς (I Reis 17, 7)