Znaleziono 35140 Wyniki dla: Ὁ
οὐδεὶς αἴρει αὐτὴν ἀπ᾽ ἐμοῦ, ἀλλ᾽ ἐγὼ τίθημι αὐτὴν ἀπ᾽ ἐμαυτοῦ. ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν· ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ τοῦ πατρός μου. (São João 10, 18)
σχίσμα πάλιν ἐγένετο ἐν τοῖς ἰουδαίοις διὰ τοὺς λόγους τούτους. (São João 10, 19)
ἔλεγον δὲ πολλοὶ ἐξ αὐτῶν, δαιμόνιον ἔχει καὶ μαίνεται· τί αὐτοῦ ἀκούετε; (São João 10, 20)
ἄλλοι ἔλεγον, ταῦτα τὰ ῥήματα οὐκ ἔστιν δαιμονιζομένου· μὴ δαιμόνιον δύναται τυφλῶν ὀφθαλμοὺς ἀνοῖξαι; (São João 10, 21)
ἐγένετο τότε τὰ ἐγκαίνια ἐν τοῖς ἱεροσολύμοις· χειμὼν ἦν, (São João 10, 22)
καὶ περιεπάτει ὁ ἰησοῦς ἐν τῶ ἱερῶ ἐν τῇ στοᾷ τοῦ σολομῶνος. (São João 10, 23)
ἐκύκλωσαν οὗν αὐτὸν οἱ ἰουδαῖοι καὶ ἔλεγον αὐτῶ, ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; εἰ σὺ εἶ ὁ χριστός, εἰπὲ ἡμῖν παρρησίᾳ. (São João 10, 24)
ἀπεκρίθη αὐτοῖς ὁ ἰησοῦς, εἶπον ὑμῖν καὶ οὐ πιστεύετε· τὰ ἔργα ἃ ἐγὼ ποιῶ ἐν τῶ ὀνόματι τοῦ πατρός μου ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ· (São João 10, 25)
ἀλλὰ ὑμεῖς οὐ πιστεύετε, ὅτι οὐκ ἐστὲ ἐκ τῶν προβάτων τῶν ἐμῶν. (São João 10, 26)
τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούουσιν, κἀγὼ γινώσκω αὐτά, καὶ ἀκολουθοῦσίν μοι, (São João 10, 27)
κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου. (São João 10, 28)
ὁ πατήρ μου ὃ δέδωκέν μοι πάντων μεῖζόν ἐστιν, καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ πατρός. (São João 10, 29)