Mosaico decorativo

Znaleziono 35140 Wyniki dla: Ὁ

  • πρῶτον δὲ δεῖ αὐτὸν πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῆς γενεᾶς ταύτης. (São Lucas 17, 25)

  • καὶ καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις νῶε, οὕτως ἔσται καὶ ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ τοῦ ἀνθρώπου· (São Lucas 17, 26)

  • ἤσθιον, ἔπινον, ἐγάμουν, ἐγαμίζοντο, ἄχρι ἧς ἡμέρας εἰσῆλθεν νῶε εἰς τὴν κιβωτόν, καὶ ἦλθεν ὁ κατακλυσμὸς καὶ ἀπώλεσεν πάντας. (São Lucas 17, 27)

  • ὁμοίως καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις λώτ· ἤσθιον, ἔπινον, ἠγόραζον, ἐπώλουν, ἐφύτευον, ᾠκοδόμουν· (São Lucas 17, 28)

  • ᾗ δὲ ἡμέρᾳ ἐξῆλθεν λὼτ ἀπὸ σοδόμων, ἔβρεξεν πῦρ καὶ θεῖον ἀπ᾽ οὐρανοῦ καὶ ἀπώλεσεν πάντας. (São Lucas 17, 29)

  • κατὰ τὰ αὐτὰ ἔσται ᾗ ἡμέρᾳ ὁ υἱὸς τοῦ ἀνθρώπου ἀποκαλύπτεται. (São Lucas 17, 30)

  • ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὃς ἔσται ἐπὶ τοῦ δώματος καὶ τὰ σκεύη αὐτοῦ ἐν τῇ οἰκίᾳ, μὴ καταβάτω ἆραι αὐτά, καὶ ὁ ἐν ἀγρῶ ὁμοίως μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω. (São Lucas 17, 31)

  • μνημονεύετε τῆς γυναικὸς λώτ. (São Lucas 17, 32)

  • ὃς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὐτοῦ περιποιήσασθαι ἀπολέσει αὐτήν, ὃς δ᾽ ἂν ἀπολέσῃ ζῳογονήσει αὐτήν. (São Lucas 17, 33)

  • λέγω ὑμῖν, ταύτῃ τῇ νυκτὶ ἔσονται δύο ἐπὶ κλίνης μιᾶς, ὁ εἷς παραλημφθήσεται καὶ ὁ ἕτερος ἀφεθήσεται· (São Lucas 17, 34)

  • ἔσονται δύο ἀλήθουσαι ἐπὶ τὸ αὐτό, ἡ μία παραλημφθήσεται ἡ δὲ ἑτέρα ἀφεθήσεται. (São Lucas 17, 35)

  • καὶ ἀποκριθέντες λέγουσιν αὐτῶ, ποῦ, κύριε; ὁ δὲ εἶπεν αὐτοῖς, ὅπου τὸ σῶμα, ἐκεῖ καὶ οἱ ἀετοὶ ἐπισυναχθήσονται. (São Lucas 17, 37)


"Que Jesus reine sempre soberano no seu coração." São Padre Pio de Pietrelcina