Mosaico decorativo

Znaleziono 35140 Wyniki dla: Ὁ

  • ἐποίησαν αὐτὸ ἐπωμίδας συνεχούσας ἐξ ἀμφοτέρων τῶν μερῶν (Êxodo 36, 11)

  • ἔργον ὑφαντὸν εἰς ἄλληλα συμπεπλεγμένον καθ’ ἑαυτὸ ἐξ αὐτοῦ ἐποίησαν κατὰ τὴν αὐτοῦ ποίησιν ἐκ χρυσίου καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου διανενησμένου καὶ βύσσου κεκλωσμένης καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ (Êxodo 36, 12)

  • καὶ ἐποίησαν ἀμφοτέρους τοὺς λίθους τῆς σμαράγδου συμπεπορπημένους καὶ περισεσιαλωμένους χρυσίῳ γεγλυμμένους καὶ ἐκκεκολαμμένους ἐκκόλαμμα σφραγῖδος ἐκ τῶν ὀνομάτων τῶν υἱῶν Ισραηλ (Êxodo 36, 13)

  • καὶ ἐπέθηκεν αὐτοὺς ἐπὶ τοὺς ὤμους τῆς ἐπωμίδος λίθους μνημοσύνου τῶν υἱῶν Ισραηλ καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ (Êxodo 36, 14)

  • καὶ ἐποίησαν λογεῖον ἔργον ὑφαντὸν ποικιλίᾳ κατὰ τὸ ἔργον τῆς ἐπωμίδος ἐκ χρυσίου καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου διανενησμένου καὶ βύσσου κεκλωσμένης (Êxodo 36, 15)

  • τετράγωνον διπλοῦν ἐποίησαν τὸ λογεῖον σπιθαμῆς τὸ μῆκος καὶ σπιθαμῆς τὸ εὖρος διπλοῦν (Êxodo 36, 16)

  • καὶ συνυφάνθη ἐν αὐτῷ ὕφασμα κατάλιθον τετράστιχον στίχος λίθων σάρδιον καὶ τοπάζιον καὶ σμάραγδος ὁ στίχος ὁ εἷς (Êxodo 36, 17)

  • καὶ ὁ στίχος ὁ δεύτερος ἄνθραξ καὶ σάπφειρος καὶ ἴασπις (Êxodo 36, 18)

  • καὶ ὁ στίχος ὁ τρίτος λιγύριον καὶ ἀχάτης καὶ ἀμέθυστος (Êxodo 36, 19)

  • καὶ ὁ στίχος ὁ τέταρτος χρυσόλιθος καὶ βηρύλλιον καὶ ὀνύχιον περικεκυκλωμένα χρυσίῳ καὶ συνδεδεμένα χρυσίῳ (Êxodo 36, 20)

  • καὶ οἱ λίθοι ἦσαν ἐκ τῶν ὀνομάτων τῶν υἱῶν Ισραηλ δώδεκα ἐκ τῶν ὀνομάτων αὐτῶν ἐγγεγραμμένα εἰς σφραγῖδας ἕκαστος ἐκ τοῦ ἑαυτοῦ ὀνόματος εἰς τὰς δώδεκα φυλάς (Êxodo 36, 21)

  • καὶ ἐποίησαν ἐπὶ τὸ λογεῖον κροσσοὺς συμπεπλεγμένους ἔργον ἐμπλοκίου ἐκ χρυσίου καθαροῦ (Êxodo 36, 22)


"O passado não conta mais para o Senhor. O que conta é o presente e estar atento e pronto para reparar o que foi feito." São Padre Pio de Pietrelcina